1.38.3 τοῦτον δʼ ἐκπέμψαντες διακοσίας κατεσκευάζοντο ναῦς καὶ τἄλλα τὰ πρὸς τὸν πλοῦν ἡτοίμαζον.
1.38.4 ὁ δʼ Ἀσδρούβας διακομισθεὶς εἰς τὸ Λιλύβαιον ἀσφαλῶς τά τε θηρία καὶ τὰς δυνάμεις ἐγύμναζεν καὶ δῆλος ἦν ἀντιποιησόμενος τῶν ὑπαίθρων.
1.38.5 Ῥωμαῖοι δὲ τῶν ἐκ τῆς ναυαγίας ἀνακομισθέντων διακούσαντες τὸ κατὰ μέρος βαρέως μὲν ἤνεγκαν τὸ γεγονός· οὐ βουλόμενοι δὲ καθάπαξ εἴκειν, αὖθις ἔγνωσαν ἐκ δρυόχων εἴκοσι καὶ διακόσια ναυπηγεῖσθαι σκάφη.
1.38.6 τούτων δὲ τὴν συντέλειαν ἐν τριμήνῳ λαβόντων, ὅπερ οὐδὲ πιστεῦσαι ῥᾴδιον, εὐθέως οἱ κατασταθέντες ἄρχοντες Αὖλος Ἀτίλιος καὶ Γνάιος Κορνήλιος καταρτίσαντες τὸν στόλον ἀνήχθησαν,
1.38.7 καὶ πλεύσαντες διὰ πορθμοῦ προσέλαβον ἐκ τῆς Μεσσήνης τὰ διασωθέντα τῶν πλοίων ἐκ τῆς ναυαγίας καὶ κατάραντες εἰς Πάνορμον τῆς Σικελίας τριακοσίαις ναυσίν, ἥπερ ἦν βαρυτάτη πόλις τῆς Καρχηδονίων ἐπαρχίας, ἐνεχείρησαν αὐτὴν πολιορκεῖν.
1.38.8 συστησάμενοι δὲ κατὰ διττοὺς τόπους ἔργα καὶ τἄλλα παρασκευασάμενοι προσήγαγον τὰς μηχανάς.
1.38.9 ῥᾳδίως δὲ τοῦ παρὰ θάλατταν πύργου πεσόντος, καὶ βιασαμένων ταύτῃ τῶν στρατιωτῶν, ἡ μὲν καλουμένη Νέα πόλις ἑαλώκει κατὰ κράτος· ἡ δὲ Παλαιὰ προσαγορευομένη τούτου συμβάντος ἐκινδύνευσεν. διὸ καὶ ταχέως ἐνέδωκαν αὐτὴν οἱ κατοικοῦντες.
1.38.10 γενόμενοι δʼ ἐγκρατεῖς οὗτοι μὲν ἀπέπλευσαν εἰς τὴν Ῥώμην,