1.39.7 καίπερ ὄντες ἐν παντὶ φιλότιμοι διαφερόντως, ὅμως τότε διὰ τὸ μέγεθος καὶ τὸ πλῆθος τῶν συμπτωμάτων τοῦ μὲν ἔτι στόλον ἁθροίζειν ἀναγκασθέντες ὑπὸ τῶν πραγμάτων ἀπέστησαν,
1.39.8 ἐν δὲ ταῖς πεζικαῖς δυνάμεσι τὰς ὑπολοίπους ἔχοντες ἐλπίδας, τοὺς μὲν στρατηγοὺς ἀπέστελλον Λεύκιον Καικίλιον καὶ Γάιον Φούριον καὶ στρατόπεδα μετὰ τούτων εἰς τὴν Σικελίαν, ἑξήκοντα δὲ μόνον ἐπλήρωσαν ναῦς χάριν τοῦ τὰς ἀγορὰς κομίζειν τοῖς στρατοπέδοις.
1.39.9 ἐκ δὲ τῶν εἰρημένων περιπετειῶν συνέβη πάλιν ἐπικυδέστερα γενέσθαι τὰ τῶν Καρχηδονίων πράγματα.
1.39.10 τῆς μὲν γὰρ θαλάττης ἀδεῶς ἐπεκράτουν ἐκκεχωρηκότων τῶν Ῥωμαίων, ἐν δὲ ταῖς πεζικαῖς δυνάμεσι μεγάλας εἶχον ἐλπίδας.
1.39.11 καὶ τοῦτʼ ἔπασχον οὐκ ἀλόγως· οἱ γὰρ Ῥωμαῖοι, διαδοθείσης φήμης περὶ τῆς ἐν τῇ Λιβύῃ μάχης ὅτι τὰ θηρία τάς τε τάξεις αὐτῶν διασπάσαι καὶ τοὺς πλείστους διαφθείραι τῶν ἀνδρῶν,
1.39.12 οὕτως ἦσαν κατάφοβοι τοὺς ἐλέφαντας ὡς ἐπὶ δύʼ ἐνιαυτοὺς τοὺς ἑξῆς τῶν προειρημένων καιρῶν πολλάκις μὲν ἐν τῇ Λιλυβαιίτιδι χώρᾳ, πολλάκις δʼ ἐν τῇ Σελινουντίᾳ παραταττόμενοι τοῖς πολεμίοις ἐν ἓξ καὶ πέντε σταδίοις οὐκ ἐθάρρησαν οὐδέποτε κατάρξαι τῆς μάχης οὐδʼ εἰς τοὺς ὁμαλοὺς καθόλου συγκαταβῆναι τόπους, δεδιότες τὴν τῶν ἐλεφάντων ἔφοδον.
1.39.13 Θέρμαν δὲ μόνον καὶ Λιπάραν ἐξεπολιόρκησαν ἐν τούτοις τοῖς καιροῖς, ἀντεχόμενοι τῶν ὀρεινῶν καὶ δυσδιαβάτων τόπων.