Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.40.1 Polyb. 1.40.8 (English) >>Polyb. 1.40.15

1.40.5 φθείροντος δὲ τοὺς καρποὺς αὐτοῦ μέχρι τῆς πόλεως, ἔμενεν ἐπὶ τῆς ὑποκειμένης γνώμης Καικίλιος, ἕως αὐτὸν ἐξεκαλέσατο διαβῆναι τὸν πρὸ τῆς πόλεως ποταμόν. 1.40.6 ἐπεὶ δὲ τὰ θηρία διεβίβασαν οἱ Καρχηδόνιοι καὶ τὴν δύναμιν, τὸ τηνικαῦτα δὲ τοὺς εὐζώνους ἐξαποστέλλων ἠρέθιζε, μέχρι πᾶν αὐτοὺς ἐκτάξαι τὸ στρατόπεδον ἠνάγκασε. 1.40.7 συνθεασάμενος δὲ γινόμενον προέθετο, τινὰς μὲν τῶν εὐκινήτων πρὸ τοῦ τείχους καὶ τάφρου παρενέβαλε, προστάξας, ἂν ἐγγίζῃ τὰ θηρία πρὸς αὐτούς, χρῆσθαι τοῖς βέλεσιν ἀφθόνως, 1.40.8 ὅταν δʼ ἐκπιέζωνται, καταφεύγειν εἰς τὴν τάφρον καὶ πάλιν ἐκ ταύτης ὁρμωμένους εἰσακοντίζειν εἰς τὰ προσπίπτοντα τῶν ζῴων· 1.40.9 τοῖς δʼ ἐκ τῆς ἀγορᾶς βαναύσοις φέρειν προσέταξε τὰ βέλη καὶ παραβάλλειν ἔξω παρὰ τὸν θεμέλιον τοῦ τείχους. 1.40.10 αὐτὸς δὲ τὰς σημείας ἔχων ἐπὶ τῆς κατὰ τὸ λαιὸν κέρας τῶν ὑπεναντίων κειμένης πύλης ἐφεστήκει, πλείους ἀεὶ καὶ πλείους ἐπαποστέλλων τοῖς ἀκροβολιζομένοις. 1.40.11 ἅμα δὲ τῷ τούτων ὁλοσχερεστέραν γενέσθαι τὴν συμπλοκὴν ἀντιφιλοδοξοῦντες οἱ τῶν ἐλεφάντων ἐπιστάται πρὸς τὸν Ἀσδρούβαν καὶ βουλόμενοι διʼ αὑτῶν ποιῆσαι τὸ προτέρημα πάντες ὥρμησαν ἐπὶ τοὺς προκινδυνεύοντας· τρεψάμενοι δὲ τούτους ῥᾳδίως συνεδίωξαν εἰς τὴν τάφρον. 1.40.12 προσπεσόντων δὲ τῶν θηρίων καὶ τιτρωσκομένων μὲν ὑπὸ τῶν ἐκ τοῦ τείχους τοξευόντων, συνακοντιζομένων δʼ ἐνεργοῖς καὶ πυκνοῖς τοῖς ὑσσοῖς καὶ τοῖς γρόσφοις ὑπʼ ἀκεραίων τῶν πρὸ τῆς τάφρου διατεταγμένων,


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.40.1 Polyb. 1.40.8 (English) >>Polyb. 1.40.15

Powered by PhiloLogic