Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.43.3 Polyb. 1.44.1 (English) >>Polyb. 1.44.5

1.43.6 διὸ καὶ μετὰ ταῦτα, τῶν ἐκπηδησάντων ἐκ τοῦ προφανοῦς ἐρχομένων πρὸς τὰ τείχη καὶ βουλομένων παρακαλεῖν καὶ λέγειν τι περὶ τῆς τῶν Ῥωμαίων ἐπαγγελίας, οὐχ οἷον προσεῖχον αὐτοῖς, ἀλλʼ ἁπλῶς οὐδʼ ἀκούειν ἠξίουν, βάλλοντες δὲ τοῖς λίθοις καὶ συνακοντίζοντες ἀπεδίωξαν ἀπὸ τοῦ τείχους. 1.43.7 Καρχηδόνιοι μὲν οὖν διὰ τὰς προειρημένας αἰτίας παρὰ μικρὸν ἦλθον ἀπολέσαι τὰ πράγματα, παρασπονδηθέντες ὑπὸ τῶν μισθοφόρων· 1.43.8 Ἀλέξων δὲ πρότερον Ἀκραγαντίνοις ἔσωσε διὰ τὴν πίστιν οὐ μόνον τὴν πόλιν καὶ τὴν χώραν, ἀλλὰ καὶ τοὺς νόμους καὶ τὴν ἐλευθερίαν, τότε δὲ Καρχηδονίοις αἴτιος ἐγένετο τοῦ μὴ σφαλῆναι τοῖς ὅλοις.

1.44.1

Οἱ δʼ ἐν τῇ Καρχηδόνι τούτων μὲν οὐδὲν εἰδότες, συλλογιζόμενοι δὲ τὰς ἐν ταῖς πολιορκίαις χρείας, πληρώσαντες στρατιωτῶν πεντήκοντα ναῦς καὶ παρακαλέσαντες τοῖς ἁρμόζουσι λόγοις τῆς πράξεως τὸν ἐπὶ τούτοις τεταγμένον Ἀννίβαν, ὃς ἦν Ἀμίλκου μὲν υἱὸς τριήραρχος δὲ καὶ φίλος Ἀτάρβου πρῶτος, ἐξαπέστειλαν κατὰ σπουδήν, ἐντειλάμενοι μὴ καταμελλῆσαι, χρησάμενον δὲ σὺν καιρῷ τῇ τόλμῃ βοηθῆσαι τοῖς πολιορκουμένοις. 1.44.2 δʼ ἀναχθεὶς μετὰ μυρίων στρατιωτῶν καὶ καθορμισθεὶς ἐν ταῖς καλουμέναις Αἰγούσσαις, μεταξὺ δὲ κειμέναις Λιλυβαίου καὶ Καρχηδόνος, ἐπετήρει τὸν πλοῦν. λαβὼν δʼ οὔριον καὶ λαμπρὸν ἄνεμον,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.43.3 Polyb. 1.44.1 (English) >>Polyb. 1.44.5

Powered by PhiloLogic