Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.43.6 Polyb. 1.44.4 (English) >>Polyb. 1.45.1

1.44.1

Οἱ δʼ ἐν τῇ Καρχηδόνι τούτων μὲν οὐδὲν εἰδότες, συλλογιζόμενοι δὲ τὰς ἐν ταῖς πολιορκίαις χρείας, πληρώσαντες στρατιωτῶν πεντήκοντα ναῦς καὶ παρακαλέσαντες τοῖς ἁρμόζουσι λόγοις τῆς πράξεως τὸν ἐπὶ τούτοις τεταγμένον Ἀννίβαν, ὃς ἦν Ἀμίλκου μὲν υἱὸς τριήραρχος δὲ καὶ φίλος Ἀτάρβου πρῶτος, ἐξαπέστειλαν κατὰ σπουδήν, ἐντειλάμενοι μὴ καταμελλῆσαι, χρησάμενον δὲ σὺν καιρῷ τῇ τόλμῃ βοηθῆσαι τοῖς πολιορκουμένοις. 1.44.2 δʼ ἀναχθεὶς μετὰ μυρίων στρατιωτῶν καὶ καθορμισθεὶς ἐν ταῖς καλουμέναις Αἰγούσσαις, μεταξὺ δὲ κειμέναις Λιλυβαίου καὶ Καρχηδόνος, ἐπετήρει τὸν πλοῦν. λαβὼν δʼ οὔριον καὶ λαμπρὸν ἄνεμον, 1.44.3 ἐκπετάσας πᾶσι τοῖς ἀρμένοις καὶ κατουρώσας ἐπʼ αὐτὸ τὸ στόμα τοῦ λιμένος ἐποιεῖτο τὸν πλοῦν, ἔχων καθωπλισμένους καὶ πρὸς μάχην ἑτοίμους τοὺς ἄνδρας ἐπὶ τῶν καταστρωμάτων. 1.44.4 οἱ δὲ Ῥωμαῖοι τὰ μὲν αἰφνιδίου γενομένης τῆς ἐπιφανείας, τὰ δὲ φοβούμενοι μὴ σὺν τοῖς πολεμίοις ὑπὸ τῆς βίας τοῦ πνεύματος συγκατενεχθῶσιν εἰς τὸν λιμένα τῶν ὑπεναντίων, τὸ μὲν διακωλύειν τὸν ἐπίπλουν τῆς βοηθείας ἀπέγνωσαν, ἐπὶ δὲ τῆς θαλάττης ἔστησαν καταπεπληγμένοι τὴν τῶν πολεμίων τόλμαν. 1.44.5 τὸ δʼ ἐκ τῆς πόλεως πλῆθος ἡθροισμένον ἐπὶ τὰ τείχη πᾶν ἅμα μὲν ἠγωνία τὸ συμβησόμενον, ἅμα δʼ ἐπὶ τῷ παραδόξῳ τῆς ἐλπίδος ὑπερχαρὲς ὑπάρχον μετὰ κρότου καὶ κραυγῆς παρεκάλει τοὺς εἰσπλέοντας.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.43.6 Polyb. 1.44.4 (English) >>Polyb. 1.45.1

Powered by PhiloLogic