Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.45.8 Polyb. 1.46.1 (English) >>Polyb. 1.46.7

1.45.12 οἵ γε μὴν ἅμα τούτοις ἀναμεμιγμένοι, δᾷδα καὶ στυππίον καὶ πῦρ ἔχοντες, οὕτω τολμηρῶς καὶ πανταχόθεν ἅμα προσπίπτοντες ἐνέβαλλον ταῖς μηχαναῖς ὥστε τοὺς Ῥωμαίους εἰς τὸν ἔσχατον παραγενέσθαι κίνδυνον, μὴ δυναμένους κατακρατῆσαι τῆς τῶν ἐναντίων ἐπιβολῆς. 1.45.13 δὲ τῶν Καρχηδονίων στρατηγὸς θεωρῶν ἐν μὲν τῷ κινδύνῳ πολλοὺς ἀποθνήσκοντας, οὗ δʼ ἕνεκα ταῦτʼ ἔπραττεν, οὐ δυναμένους κρατῆσαι τῶν ἔργων, ἀνακαλεῖσθαι τοὺς ἑαυτοῦ παρήγγειλε τοῖς σαλπισταῖς. 1.45.14 οἱ δὲ Ῥωμαῖοι παρʼ οὐδὲν ἐλθόντες τοῦ πάσας ἀποβαλεῖν τὰς παρασκευάς, τέλος ἐκράτησαν τῶν ἔργων καὶ πάντα διετήρησαν ἀσφαλῶς.

1.46.1

μὲν οὖν Ἀννίβας μετὰ τὴν χρείαν ταύτην ἐξέπλευσε νύκτωρ ἔτι μετὰ τῶν νεῶν λαθὼν τοὺς πολεμίους εἰς τὰ Δρέπανα πρὸς Ἀτάρβαν τὸν τῶν Καρχηδονίων στρατηγόν. 1.46.2 διὰ γὰρ τὴν εὐκαιρίαν τοῦ τόπου καὶ τὸ κάλλος τοῦ περὶ τὰ Δρέπανα λιμένος ἀεὶ μεγάλην ἐποιοῦντο σπουδὴν οἱ Καρχηδόνιοι περὶ τὴν φυλακὴν αὐτοῦ. 1.46.3 συμβαίνει δὲ τοῦ Λιλυβαίου τοῦτον ἀπέχειν τὸν τόπον ὡς ἂν ἑκατὸν καὶ εἴκοσι στάδια. 1.46.4 τοῖς δʼ ἐν τῇ Καρχηδόνι βουλομένοις μὲν εἰδέναι τὰ περὶ τὸ Λιλύβαιον, οὐ δυναμένοις δὲ διὰ τὸ τοὺς μὲν συγκεκλεῖσθαι τοὺς δὲ παραφυλάττεσθαι φιλοτίμως, ἐπηγγείλατό τις ἀνὴρ τῶν ἐνδόξων, Ἀννίβας ἐπικαλούμενος Ῥόδιος, εἰσπλεύσας εἰς τὸ Λιλύβαιον καὶ γενόμενος αὐτόπτης ἅπαντα διασαφήσειν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.45.8 Polyb. 1.46.1 (English) >>Polyb. 1.46.7

Powered by PhiloLogic