Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.45.14 Polyb. 1.46.7 (English) >>Polyb. 1.47.2

1.46.5 οἱ δὲ τῆς ἐπαγγελίας μὲν ἀσμένως ἤκουσαν, οὐ μὴν ἐπίστευόν γε διὰ τὸ τῷ στόλῳ τοὺς Ῥωμαίους ἐπὶ τοῦ κατὰ τὸν εἴσπλουν στόματος ἐφορμεῖν. 1.46.6 δὲ καταρτίσας τὴν ἰδίαν ναῦν ἀνήχθη· καὶ διάρας εἴς τινα τῶν πρὸ τοῦ Λιλυβαίου κειμένων νήσων, τῇ κατὰ πόδας ἡμέρᾳ λαβὼν εὐκαίρως ἄνεμον οὔριον περὶ τετάρτην ὥραν ἁπάντων τῶν πολεμίων ὁρώντων καὶ καταπεπληγμένων τὴν τόλμαν εἰσέπλευσεν. 1.46.7 καὶ τὴν κατόπιν εὐθέως ἐγίνετο περὶ ἀναγωγήν. 1.46.8 δὲ τῶν Ῥωμαίων στρατηγὸς βουλόμενος ἐπιμελέστερον τὸν κατὰ τὸν εἴσπλουν τόπον τηρεῖν, ἐξηρτυκὼς ἐν τῇ νυκτὶ δέκα ναῦς τὰς ἄριστα πλεούσας, αὐτὸς μὲν ἐπὶ τοῦ λιμένος ἑστὼς ἐθεώρει τὸ συμβαῖνον, ὁμοίως δὲ καὶ πᾶν τὸ στρατόπεδον· 1.46.9 αἱ δὲ νῆες τοῦ στόματος ἐξ ἀμφοῖν τοῖν μεροῖν, ἐφʼ ὅσον ἦν δυνατὸν ἔγγιστα τοῖς τενάγεσι προσάγειν, ἐπεῖχον ἐπτερωκυῖαι πρὸς τὴν ἐμβολὴν καὶ σύλληψιν τῆς ἐκπλεῖν μελλούσης νεώς. 1.46.10 δὲ Ῥόδιος ἐκ τοῦ προφανοῦς τὴν ἀναγωγὴν ποιησάμενος οὕτως κατανέστη τῶν πολεμίων τῇ τε τόλμῃ καὶ τῷ ταχυναυτεῖν ὥστʼ οὐ μόνον ἄτρωτον ἐξέπλευσε τὴν ναῦν ἔχων καὶ τοὺς ἄνδρας, οἷον ἑστῶτα παραδραμὼν τὰ σκάφη τῶν ὑπεναντίων, 1.46.11 ἀλλὰ καὶ βραχὺ προπλεύσας ἐπέστη πτερώσας τὴν ναῦν, ὡσανεὶ προκαλούμενος τοὺς πολεμίους.


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.45.14 Polyb. 1.46.7 (English) >>Polyb. 1.47.2

Powered by PhiloLogic