Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.47.8 Polyb. 1.48.5 (English) >>Polyb. 1.48.10

1.48.2 γίνεταί τις ἀνέμου στάσις ἔχουσα τηλικαύτην βίαν καὶ φορὰν εἰς αὐτὰς τὰς τῶν μηχανημάτων προσαγωγὰς ὥστε καὶ τὰς στοὰς διασαλεύειν καὶ τοὺς προκειμένους τούτων πύργους τῇ βίᾳ βαστάζειν. 1.48.3 ἐν καιρῷ συννοήσαντές τινες τῶν Ἑλληνικῶν μισθοφόρων τὴν ἐπιτηδειότητα τῆς περιστάσεως πρὸς τὴν τῶν ἔργων διαφθορὰν προσφέρουσι τῷ στρατηγῷ τὴν ἐπίνοιαν. 1.48.4 τοῦ δὲ δεξαμένου καὶ ταχέως ἑτοιμάσαντος πᾶν τὸ πρὸς τὴν χρείαν ἁρμόζον, συστραφέντες οἱ νεανίσκοι κατὰ τριττοὺς τόπους ἐνέβαλον πῦρ τοῖς ἔργοις. 1.48.5 ὡς δʼ ἂν τῶν μὲν κατασκευασμάτων διὰ τὸν χρόνον εὖ παρεσκευασμένων πρὸς τὸ ῥᾳδίως ἐμπρησθῆναι, τῆς δὲ τοῦ πνεύματος βίας φυσώσης κατʼ αὐτῶν τῶν πύργων καὶ μηχανημάτων, τὴν μὲν νομὴν τοῦ πυρὸς ἐνεργὸν συνέβαινε γίνεσθαι καὶ πρακτικήν, τὴν δʼ ἐπάρκειαν καὶ βοήθειαν τοῖς Ῥωμαίοις εἰς τέλος ἄπρακτον καὶ δυσχερῆ. 1.48.6 τοιαύτην γὰρ ἔκπληξιν παρίστα τὸ συμβαῖνον τοῖς βοηθοῦσιν ὥστε μήτε συννοῆσαι μήτε συνιδεῖν δύνασθαι τὸ γινόμενον, ἀλλʼ ἀποσκοτουμένους ὑπὸ τῆς εἰς αὐτοὺς φερομένης λιγνύος καὶ τῶν φεψαλύγων, ἔτι δὲ τῆς τοῦ καπνοῦ πολυπληθίας, οὐκ ὀλίγους ἀπόλλυσθαι καὶ πίπτειν, μὴ δυναμένους ἐγγίσαι πρὸς αὐτὴν τὴν τοῦ πυρὸς βοήθειαν. 1.48.7 ὅσῳ δὲ μείζω συνέβαινε γίνεσθαι τὴν δυσχρηστίαν περὶ τοὺς ὑπεναντίους διὰ τὰς προειρημένας αἰτίας, τοσούτῳ πλείων εὐχρηστία περὶ τοὺς ἐνιέντας ἦν τὸ πῦρ.


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.47.8 Polyb. 1.48.5 (English) >>Polyb. 1.48.10

Powered by PhiloLogic