1.48.5 ὡς δʼ ἂν τῶν μὲν κατασκευασμάτων διὰ τὸν χρόνον εὖ παρεσκευασμένων πρὸς τὸ ῥᾳδίως ἐμπρησθῆναι, τῆς δὲ τοῦ πνεύματος βίας φυσώσης κατʼ αὐτῶν τῶν πύργων καὶ μηχανημάτων, τὴν μὲν νομὴν τοῦ πυρὸς ἐνεργὸν συνέβαινε γίνεσθαι καὶ πρακτικήν, τὴν δʼ ἐπάρκειαν καὶ βοήθειαν τοῖς Ῥωμαίοις εἰς τέλος ἄπρακτον καὶ δυσχερῆ.
1.48.6 τοιαύτην γὰρ ἔκπληξιν παρίστα τὸ συμβαῖνον τοῖς βοηθοῦσιν ὥστε μήτε συννοῆσαι μήτε συνιδεῖν δύνασθαι τὸ γινόμενον, ἀλλʼ ἀποσκοτουμένους ὑπὸ τῆς εἰς αὐτοὺς φερομένης λιγνύος καὶ τῶν φεψαλύγων, ἔτι δὲ τῆς τοῦ καπνοῦ πολυπληθίας, οὐκ ὀλίγους ἀπόλλυσθαι καὶ πίπτειν, μὴ δυναμένους ἐγγίσαι πρὸς αὐτὴν τὴν τοῦ πυρὸς βοήθειαν.
1.48.7 ὅσῳ δὲ μείζω συνέβαινε γίνεσθαι τὴν δυσχρηστίαν περὶ τοὺς ὑπεναντίους διὰ τὰς προειρημένας αἰτίας, τοσούτῳ πλείων εὐχρηστία περὶ τοὺς ἐνιέντας ἦν τὸ πῦρ.
1.48.8 τὸ μὲν γὰρ ἐπισκοτοῦν καὶ βλάπτειν δυνάμενον πᾶν ἐξεφυσᾶτο καὶ προωθεῖτο κατὰ τῶν ὑπεναντίων, τὸ δὲ βαλλόμενον ἢ ῥιπτούμενον ἐπί τε τοὺς βοηθοῦντας καὶ τὴν τῶν ἔργων διαφθορὰν εὔστοχον μὲν ἐπεγίνετο διὰ τὸ συνορᾶν τοὺς ἀφιέντας τὸν πρὸ αὑτῶν τόπον, πρακτικὸν δὲ διὰ τὸ γίνεσθαι σφοδρὰν τὴν πληγήν, συνεργούσης τοῖς βάλλουσι τῆς τοῦ πνεύματος βίας.
1.48.9 τὸ δὲ πέρας τοιαύτην συνέβη γενέσθαι τὴν παντέλειαν τῆς καταφθορᾶς ὥστε καὶ τὰς βάσεις τῶν πύργων καὶ τὰ στύπη τῶν κριῶν ὑπὸ τοῦ πυρὸς ἀχρειωθῆναι.