Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.48.6 Polyb. 1.49.1 (English) >>Polyb. 1.49.8

1.48.9 τὸ δὲ πέρας τοιαύτην συνέβη γενέσθαι τὴν παντέλειαν τῆς καταφθορᾶς ὥστε καὶ τὰς βάσεις τῶν πύργων καὶ τὰ στύπη τῶν κριῶν ὑπὸ τοῦ πυρὸς ἀχρειωθῆναι. 1.48.10 τούτων δὲ συμβάντων τὸ μὲν ἔτι διὰ τῶν ἔργων πολιορκεῖν ἀπέγνωσαν οἱ Ῥωμαῖοι· περιταφρεύσαντες δὲ καὶ χάρακι περιλαβόντες κύκλῳ τὴν πόλιν, ἔτι δὲ τῆς ἰδίας στρατοπεδείας τεῖχος προβαλόμενοι τῷ χρόνῳ παρέδοσαν τὴν πρᾶξιν. 1.48.11 οἱ δʼ ἐν τῷ Λιλυβαίῳ τὸ πεπτωκὸς ἐξοικοδομησάμενοι τεῖχος εὐθαρσῶς ὑπέμενον ἤδη τὴν πολιορκίαν.

1.49.1

Εἰς δὲ τὴν Ῥώμην προσπεσόντων τούτων, καὶ μετὰ ταῦτα πλειόνων ἀναγγελλόντων διότι συμβαίνει τῶν ἀπὸ τοῦ στόλου πληρωμάτων τὸ πλεῖστον μέρος ἔν τε τοῖς ἔργοις καὶ τῇ καθόλου πολιορκίᾳ διεφθάρθαι, 1.49.2 σπουδῇ κατέγραφον ναύτας καὶ συναθροίσαντες εἰς μυρίους ἐξέπεμψαν εἰς τὴν Σικελίαν. 1.49.3 ὧν διὰ τοῦ πορθμοῦ περαιωθέντων καὶ πεζῇ παραγενομένων εἰς τὸ στρατόπεδον, συναγαγὼν τοὺς χιλιάρχους στρατηγὸς τῶν Ῥωμαίων Πόπλιος Κλαύδιος ἔφη καιρὸν εἶναι πλεῖν ἐπὶ τὰ Δρέπανα παντὶ τῷ στόλῳ. 1.49.4 τὸν γὰρ στρατηγὸν τῶν Καρχηδονίων Ἀτάρβαν τὸν τεταγμένον ἐπʼ αὐτῶν ἀπαράσκευον εἶναι πρὸς τὸ μέλλον, ἀγνοοῦντα μὲν τὴν παρουσίαν τῶν πληρωμάτων, πεπεισμένον δὲ μὴ δύνασθαι πλεῖν τὸν αὑτῶν στόλον διὰ τὴν γεγενημένην ἐν τῇ πολιορκίᾳ καταφθορὰν τῶν ἀνδρῶν. προχείρως δʼ αὐτῶν συγκατατιθεμένων,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.48.6 Polyb. 1.49.1 (English) >>Polyb. 1.49.8

Powered by PhiloLogic