Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.51.4 Polyb. 1.51.10 (English) >>Polyb. 1.52.5

1.51.8 τοῖς γε μὴν Ῥωμαίοις τἀναντία τούτων συνέβαινε· τοῖς τε γὰρ πιεζομένοις οὐκ ἦν εἰς τοὔπισθεν δυνατὸν ἀποχωρεῖν, πρὸς τῇ γῇ ποιουμένοις τὸν κίνδυνον, ἀεὶ δὲ τὸ θλιβόμενον ὑπὸ τῶν κατὰ πρόσωπον σκάφος τοῖς βραχέσι περιπῖπτον ἐκάθιζε κατὰ πρύμναν πρὸς τὴν γῆν φερόμενον ἐπώκελλε. 1.51.9 διεκπλεῖν μὲν οὖν διὰ τῶν πολεμίων νεῶν καὶ κατόπιν ἐπιφαίνεσθαι τοῖς ἤδη πρὸς ἑτέρους διαμαχομένοις, ὅπερ ἐν τῷ ναυμαχεῖν ἐστι πρακτικώτατον, ἀδυνάτως εἶχον διά τε τὴν βαρύτητα τῶν πλοίων, προσέτι δὲ καὶ τὴν ἀπειρίαν τῶν πληρωμάτων. 1.51.10 οὐδὲ μὴν ἐπιβοηθεῖν τοῖς δεομένοις κατὰ πρύμναν ἐδύναντο διὰ τὸ συγκεκλεῖσθαι πρὸς τῇ γῇ καὶ μηδὲ μικρὸν ἀπολείπεσθαι τόπον τοῖς βουλομένοις ἐπαρκεῖν τῷ δεομένῳ. 1.51.11 τοιαύτης δὲ δυσχρηστίας ὑπαρχούσης περὶ τὸν ὅλον ἀγῶνα, καὶ τῶν μὲν καθιζόντων ἐν τοῖς βράχεσι, τῶν δʼ ἐκπιπτόντων σκαφῶν, κατιδὼν στρατηγὸς τῶν Ῥωμαίων τὸ συμβαῖνον ὥρμησε πρὸς φυγήν, ἀπὸ τῶν εὐωνύμων παρὰ τὴν γῆν ἐξελίξας, καὶ σὺν αὐτῷ περὶ τριάκοντα νῆας, αἵπερ ἔτυχον ἐγγὺς οὖσαι. 1.51.12 τῶν δὲ λοιπῶν σκαφῶν, ὄντων ἐνενήκοντα καὶ τριῶν, ἐκυρίευσαν οἱ Καρχηδόνιοι καὶ τῶν πληρωμάτων, ὅσοι μὴ τῶν ἀνδρῶν τὰς ναῦς εἰς τὴν γῆν ἐκβαλόντες ἀπεχώρησαν.

1.52.1

Γενομένης δὲ τῆς ναυμαχίας τοιαύτης Ἀτάρβας μὲν εὐδοκίμει παρὰ τοῖς Καρχηδονίοις, ὡς διʼ αὑτὸν καὶ διὰ τὴν ἰδίαν πρόνοιαν καὶ τόλμαν κατωρθωκώς,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.51.4 Polyb. 1.51.10 (English) >>Polyb. 1.52.5

Powered by PhiloLogic