Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.54.7 Polyb. 1.55.4 (English) >>Polyb. 1.56.1

1.55.1

Τούτου δὲ συμβάντος τὰ μὲν τῶν Καρχηδονίων αὖθις ἀνέκυψε καὶ πάλιν ἐπιρρεπεστέρας εἶχε τὰς ἐλπίδας, 1.55.2 οἱ δὲ Ῥωμαῖοι πρότερον μὲν ἐπὶ ποσὸν ἠτυχηκότες τότε δʼ ὁλοσχερῶς ἐκ μὲν τῆς θαλάττης ἐξέβησαν, τῶν δʼ ὑπαίθρων ἐπεκράτουν· Καρχηδόνιοι δὲ τῆς μὲν θαλάττης ἐκυρίευον, τῆς δὲ γῆς οὐχ ὅλως ἀπήλπιζον. 1.55.3 μετὰ δὲ ταῦτα πάντες ἐπὶ μὲν τοῖς ὅλοις ἐσχετλίαζον, οἵ τʼ ἐν τῇ Ῥώμῃ καὶ τὰ περὶ τὸ Λιλύβαιον στρατόπεδα, διὰ τὰ προειρημένα συμπτώματα· 1.55.4 τῆς γε μὴν προθέσεως οὐκ ἀφίσταντο τῆς κατὰ τὴν πολιορκίαν, ἀλλʼ οἱ μὲν ἐχορήγουν κατὰ γῆν ἀπροφασίστως, οἱ δὲ προσεκαρτέρουν ταύτῃ κατὰ τὸ δυνατόν. 1.55.5 δʼ Ἰούνιος ἀνακομισθεὶς ἐπὶ τὸ στρατόπεδον ἐκ τῆς ναυαγίας καὶ περιπαθὴς ὤν, ἐγένετο πρὸς τὸ καινοτομῆσαί τι καὶ πρᾶξαι τῶν δεόντων, σπουδάζων ἀναμαχέσασθαι τὴν γεγενημένην περιπέτειαν. 1.55.6 διὸ καὶ βραχείας αὐτῷ παραπεσούσης ἀφορμῆς, καταλαμβάνει πραξικοπήσας τὸν Ἔρυκα καὶ γίνεται τοῦ τε τῆς Ἀφροδίτης ἱεροῦ καὶ τῆς πόλεως ἐγκρατής. 1.55.7 δʼ Ἔρυξ ἔστι μὲν ὄρος παρὰ θάλατταν τῆς Σικελίας ἐν τῇ παρὰ τὴν Ἰταλίαν κειμένῃ πλευρᾷ μεταξὺ Δρεπάνων καὶ Πανόρμου, μᾶλλον δʼ ὅμορον καὶ συνάπτον πρὸς τὰ Δρέπανα, μεγέθει δὲ παρὰ πολὺ διαφέρον τῶν κατὰ τὴν Σικελίαν ὀρῶν πλὴν τῆς Αἴτνης.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.54.7 Polyb. 1.55.4 (English) >>Polyb. 1.56.1

Powered by PhiloLogic