Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.55.2 Polyb. 1.55.8 (English) >>Polyb. 1.56.5

1.55.6 διὸ καὶ βραχείας αὐτῷ παραπεσούσης ἀφορμῆς, καταλαμβάνει πραξικοπήσας τὸν Ἔρυκα καὶ γίνεται τοῦ τε τῆς Ἀφροδίτης ἱεροῦ καὶ τῆς πόλεως ἐγκρατής. 1.55.7 δʼ Ἔρυξ ἔστι μὲν ὄρος παρὰ θάλατταν τῆς Σικελίας ἐν τῇ παρὰ τὴν Ἰταλίαν κειμένῃ πλευρᾷ μεταξὺ Δρεπάνων καὶ Πανόρμου, μᾶλλον δʼ ὅμορον καὶ συνάπτον πρὸς τὰ Δρέπανα, μεγέθει δὲ παρὰ πολὺ διαφέρον τῶν κατὰ τὴν Σικελίαν ὀρῶν πλὴν τῆς Αἴτνης. 1.55.8 τούτου δʼ ἐπʼ αὐτῆς μὲν τῆς κορυφῆς, οὔσης ἐπιπέδου, κεῖται τὸ τῆς Ἀφροδίτης τῆς Ἐρυκίνης ἱερόν, ὅπερ ὁμολογουμένως ἐπιφανέστατόν ἐστι τῷ τε πλούτῳ καὶ τῇ λοιπῇ προστασίᾳ τῶν κατὰ τὴν Σικελίαν ἱερῶν· 1.55.9 δὲ πόλις ὑπʼ αὐτὴν τὴν κορυφὴν τέτακται, πάνυ μακρὰν ἔχουσα καὶ προσάντη πανταχόθεν τὴν ἀνάβασιν. 1.55.10 ἐπί τε δὴ τὴν κορυφὴν ἐπιστήσας φυλακήν, ὁμοίως δὲ καὶ τὴν ἀπὸ Δρεπάνων πρόσβασιν ἐτήρει φιλοτίμως ἀμφοτέρους τοὺς τόπους καὶ μᾶλλον ἔτι τὸν τῆς ἀναβολῆς, πεπεισμένος οὕτως καὶ τὴν πόλιν ἀσφαλῶς καὶ τὸ σύμπαν ὄρος ὑφʼ αὑτὸν ἕξειν.

1.56.1

Οἱ δὲ Καρχηδόνιοι μετὰ ταῦτα στρατηγὸν καταστήσαντες αὑτῶν Ἀμίλκαν τὸν Βάρκαν ἐπικαλούμενον, τούτῳ τὰ κατὰ τὸν στόλον ἐνεχείρισαν· 1.56.2 ὃς παραλαβὼν τὰς ναυτικὰς δυνάμεις ὥρμησεν πορθήσων τὴν Ἰταλίαν. ἔτος δʼ ἦν ὀκτωκαιδέκατον τῷ πολέμῳ.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.55.2 Polyb. 1.55.8 (English) >>Polyb. 1.56.5

Powered by PhiloLogic