Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.58.9 Polyb. 1.59.7 (English) >>Polyb. 1.60.3

1.59.5 τότε δὲ τρίτην ἐποιοῦντο ταύτην τὴν ἐπιβολήν, διʼ ἧς νικήσαντες καὶ τὰ περὶ τὸν Ἔρυκα στρατόπεδα τῶν Καρχηδονίων ἀποκλείσαντες τῆς κατὰ θάλατταν χορηγίας τέλος ἐπέθηκαν τοῖς ὅλοις. 1.59.6 ἦν δὲ τῆς ἐπιβολῆς τὸ πλεῖον ψυχομαχία. χορηγία μὲν γὰρ οὐχ ὑπῆρχε πρὸς τὴν πρόθεσιν ἐν τοῖς κοινοῖς, οὐ μὴν ἀλλὰ διὰ τὴν τῶν προεστώτων ἀνδρῶν εἰς τὰ κοινὰ φιλοτιμίαν καὶ γενναιότητα προσευρέθη πρὸς τὴν συντέλειαν. 1.59.7 κατὰ γὰρ τὰς τῶν βίων εὐκαιρίας καθʼ ἕνα καὶ δύο καὶ τρεῖς ὑφίσταντο παρέξειν πεντήρη κατηρτισμένην, ἐφʼ τὴν δαπάνην κομιοῦνται, κατὰ λόγον τῶν πραγμάτων προχωρησάντων. 1.59.8 τῷ δὲ τοιούτῳ τρόπῳ ταχέως ἑτοιμασθέντων διακοσίων πλοίων πεντηρικῶν, ὧν ἐποιήσαντο τὴν ναυπηγίαν πρὸς παράδειγμα τὴν τοῦ Ῥοδίου ναῦν, μετὰ ταῦτα στρατηγὸν καταστήσαντες Γάϊον Λυτάτιον ἐξέπεμψαν ἀρχομένης τῆς θερείας. 1.59.9 ὃς καὶ παραδόξως ἐπιφανεὶς τοῖς κατὰ τὴν Σικελίαν τόποις τόν τε περὶ τὰ Δρέπανα λιμένα κατέσχε καὶ τοὺς περὶ τὸ Λιλύβαιον ὅρμους, παντὸς ἀνακεχωρηκότος εἰς τὴν οἰκείαν τοῦ τῶν Καρχηδονίων ναυτικοῦ. 1.59.10 συστησάμενος δὲ περὶ τὴν ἐν τοῖς Δρεπάνοις πόλιν ἔργα καὶ τἄλλα πρὸς τὴν πολιορκίαν παρασκευασάμενος, ἅμα μὲν ταύτῃ προσεκαρτέρει τὰ δυνατὰ ποιῶν, 1.59.11 ἅμα δὲ προορώμενος τὴν παρουσίαν τοῦ Καρχηδονίων στόλου καὶ μνημονεύων τῆς ἐξ ἀρχῆς προθέσεως ὅτι μόνως δύναται διὰ τοῦ κατὰ θάλατταν κινδύνου κρίσεως τὰ ὅλα τυχεῖν, οὐκ ἀχρεῖον οὐδʼ ἀργὸν εἴα γίνεσθαι τὸν χρόνον,


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.58.9 Polyb. 1.59.7 (English) >>Polyb. 1.60.3

Powered by PhiloLogic