Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.61.3 Polyb. 1.62.1 (English) >>Polyb. 1.62.8

1.61.7 τὸ δὲ λοιπὸν πλῆθος ἐπαράμενον τοὺς ἱστοὺς καὶ κατουρῶσαν αὖθις ἀπεχώρει πρὸς τὴν Ἱερὰν νῆσον, εὐτυχῶς καὶ παραδόξως ἐκ μεταβολῆς αὐτοῖς πρὸς τὸν δέοντα καιρὸν τοῦ πνεύματος συνεργήσαντος. 1.61.8

μὲν οὖν τῶν Ῥωμαίων στρατηγὸς ἀποπλεύσας πρὸς τὸ Λιλύβαιον καὶ τὰ στρατόπεδα περὶ τὴν τῶν αἰχμαλώτων πλοίων καὶ τῶν σωμάτων οἰκονομίαν ἐγίνετο, μεγάλην οὖσαν· οὐ γὰρ πολὺ τῶν μυρίων ἔλειπε σωμάτων τὰ ληφθέντα ζωγρίᾳ κατὰ τὸν κίνδυνον.

1.62.1

Οἱ δὲ Καρχηδόνιοι, προσπεσούσης αὐτοῖς ἀπροσδοκήτως τῆς ἥττης, ταῖς μὲν ὁρμαῖς καὶ ταῖς φιλοτιμίαις ἀκμὴν ἕτοιμοι πολεμεῖν ἦσαν, τοῖς δὲ λογισμοῖς ἐξηπόρουν. 1.62.2 οὔτε γὰρ χορηγεῖν ἔτι ταῖς ἐν τῇ Σικελίᾳ δυνάμεσιν οἷοί τʼ ἦσαν, κρατούντων τῆς θαλάττης τῶν ὑπεναντίων· ἀπογνόντες δὲ ταύτας καὶ προδόται τρόπον τινὰ γενόμενοι, ποίαις χερσὶν ποίοις ἡγεμόσιν πολεμήσειαν οὐκ εἶχον. 1.62.3 διόπερ ὀξέως διαπεμψάμενοι πρὸς τὸν Βάρκαν ἐπέτρεψαν ἐκείνῳ περὶ τῶν ὅλων. δὲ καὶ λίαν ἐποίησεν ἔργον ἡγεμόνος ἀγαθοῦ καὶ φρονίμου. 1.62.4 μέχρι μὲν γὰρ ἐκ τῶν κατὰ λόγον ἦν τις ἐλπὶς ἐν τοῖς ὑποκειμένοις, οὐδὲν τῶν παραβόλων δεινῶν δοκούντων εἶναι παρέλιπεν, ἀλλὰ πάσας τὰς τοῦ νικᾶν ἐν τῷ πολεμεῖν ἐλπίδας, εἰ καί τις ἄλλος ἡγεμόνων, ἐξήλεγξεν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.61.3 Polyb. 1.62.1 (English) >>Polyb. 1.62.8

Powered by PhiloLogic