Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.63.3 Polyb. 1.63.9 (English) >>Polyb. 1.64.6

1.63.7 ὥστε τοὺς θαυμάζοντας τὰς Ἀντιγόνου καὶ Πτολεμαίου καὶ Δημητρίου ναυμαχίας καὶ τοὺς στόλους εἰκότως ἂν περὶ τούτων ἱστορήσαντας ἐκπεπλῆχθαι τὴν ὑπερβολὴν τῶν πράξεων. 1.63.8 εἰ δέ τις βουληθείη συλλογίσασθαι τὴν διαφορὰν τῶν πεντηρικῶν πλοίων πρὸς τὰς τριήρεις, αἷς οἵ τε Πέρσαι πρὸς τοὺς Ἕλληνας καὶ πάλιν Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι πρὸς ἀλλήλους ἐναυμάχουν, οὐδʼ ἂν καθόλου δυνηθείη τηλικαύτας δυνάμεις εὑρεῖν ἐν θαλάττῃ διηγωνισμένας. 1.63.9 ἐξ ὧν δῆλον τὸ προτεθὲν ἡμῖν ἐξ ἀρχῆς ὡς οὐ τύχῃ Ῥωμαῖοι, καθάπερ ἔνιοι δοκοῦσι τῶν Ἑλλήνων, οὐδʼ αὐτομάτως, ἀλλὰ καὶ λίαν εἰκότως ἐν τοιούτοις καὶ τηλικούτοις πράγμασιν ἐνασκήσαντες οὐ μόνον ἐπεβάλοντο τῇ τῶν ὅλων ἡγεμονίᾳ καὶ δυναστείᾳ τολμηρῶς, ἀλλὰ καὶ

1.64.1

καθίκοντο τῆς προθέσεως. καὶ τί δήποτʼ ἔστι τὸ αἴτιον, ἀπορήσαι τις ἄν, ὅτι κεκρατηκότες τῶν ὅλων καὶ πολλαπλασίαν ἔχοντες ὑπεροχὴν νῦν πρόσθεν οὔτʼ ἂν πληρῶσαι τοσαύτας ναῦς οὔτʼ ἀναπλεῦσαι τηλικούτοις στόλοις δυνηθεῖεν; 1.64.2 οὐ μὴν ἀλλὰ περὶ μὲν ταύτης τῆς ἀπορίας σαφῶς ἐξέσται τὰς αἰτίας κατανοεῖν, ὅταν ἐπὶ τὴν ἐξήγησιν αὐτῶν τῆς πολιτείας ἔλθωμεν· ὑπὲρ ἧς οὔθʼ ἡμῖν ἐν παρέργῳ ῥητέον οὔτε τοῖς ἀκούουσιν ἀργῶς προσεκτέον. 1.64.3 τὸ μὲν γὰρ θέαμα καλόν, σχεδὸν δʼ ὡς ἔπος εἰπεῖν ἄγνωστον ἕως τοῦ νῦν χάριν τῶν περὶ αὐτῆς συγγεγραφότων.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.63.3 Polyb. 1.63.9 (English) >>Polyb. 1.64.6

Powered by PhiloLogic