Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.]. | ||
<<Polyb. 1.63.4 | Polyb. 1.64.2 (English) | >>Polyb. 1.65.3 |
1.63.9 ἐξ ὧν δῆλον τὸ προτεθὲν ἡμῖν ἐξ ἀρχῆς ὡς οὐ τύχῃ Ῥωμαῖοι , καθάπερ ἔνιοι δοκοῦσι τῶν Ἑλλήνων , οὐδʼ αὐτομάτως , ἀλλὰ καὶ λίαν εἰκότως ἐν τοιούτοις καὶ τηλικούτοις πράγμασιν ἐνασκήσαντες οὐ μόνον ἐπεβάλοντο τῇ τῶν ὅλων ἡγεμονίᾳ καὶ δυναστείᾳ τολμηρῶς , ἀλλὰ καὶ
1.64.1
οὐ μὴν ἀλλὰ περὶ μὲν ταύτης τῆς ἀπορίας σαφῶς ἐξέσται τὰς αἰτίας κατανοεῖν , ὅταν ἐπὶ τὴν ἐξήγησιν αὐτῶν τῆς πολιτείας ἔλθωμεν · ὑπὲρ ἧς οὔθʼ ἡμῖν ἐν παρέργῳ ῥητέον οὔτε τοῖς ἀκούουσιν ἀργῶς προσεκτέον .
1.64.3 τὸ μὲν γὰρ θέαμα καλόν , σχεδὸν δʼ ὡς ἔπος εἰπεῖν ἄγνωστον ἕως τοῦ νῦν χάριν τῶν περὶ αὐτῆς συγγεγραφότων .
1.64.4 οἱ μὲν γὰρ ἠγνοήκασιν , οἱ δʼ ἀσαφῆ καὶ τελέως ἀνωφελῆ πεποίηνται τὴν ἐξήγησιν .
1.64.5 πλὴν ἔν γε τῷ προειρημένῳ πολέμῳ τὰς μὲν τῶν πολιτευμάτων ἀμφοτέρων προαιρέσεις ἐφαμίλλους εὕροι τις ἂν γεγενημένας οὐ μόνον ταῖς ἐπιβολαῖς ἀλλὰ καὶ ταῖς μεγαλοψυχίαις , μάλιστα δὲ τῇ περὶ τῶν πρωτείων φιλοτιμίᾳ ,
1.64.6 τούς γε μὴν ἄνδρας οὐ μικρῷ πολλῷ δὲ γενναιοτέρους ἐν παντὶ Ῥωμαίους · ἡγεμόνα δὲ καὶ γνώμῃ καὶ τόλμῃ θετέον ἄριστον Ἀμίλκαν τῶν τότε γεγονέναι τὸν Βάρκαν ἐπικαλούμενον , πατέρα δὲ κατὰ φύσιν Ἀννίβου τοῦ μετὰ ταῦτα πολεμήσαντος Ῥωμαίοις .
Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.]. | ||
<<Polyb. 1.63.4 | Polyb. 1.64.2 (English) | >>Polyb. 1.65.3 |