Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.63.9 Polyb. 1.64.6 (English) >>Polyb. 1.65.7

1.64.3 τὸ μὲν γὰρ θέαμα καλόν, σχεδὸν δʼ ὡς ἔπος εἰπεῖν ἄγνωστον ἕως τοῦ νῦν χάριν τῶν περὶ αὐτῆς συγγεγραφότων. 1.64.4 οἱ μὲν γὰρ ἠγνοήκασιν, οἱ δʼ ἀσαφῆ καὶ τελέως ἀνωφελῆ πεποίηνται τὴν ἐξήγησιν. 1.64.5 πλὴν ἔν γε τῷ προειρημένῳ πολέμῳ τὰς μὲν τῶν πολιτευμάτων ἀμφοτέρων προαιρέσεις ἐφαμίλλους εὕροι τις ἂν γεγενημένας οὐ μόνον ταῖς ἐπιβολαῖς ἀλλὰ καὶ ταῖς μεγαλοψυχίαις, μάλιστα δὲ τῇ περὶ τῶν πρωτείων φιλοτιμίᾳ, 1.64.6 τούς γε μὴν ἄνδρας οὐ μικρῷ πολλῷ δὲ γενναιοτέρους ἐν παντὶ Ῥωμαίους· ἡγεμόνα δὲ καὶ γνώμῃ καὶ τόλμῃ θετέον ἄριστον Ἀμίλκαν τῶν τότε γεγονέναι τὸν Βάρκαν ἐπικαλούμενον, πατέρα δὲ κατὰ φύσιν Ἀννίβου τοῦ μετὰ ταῦτα πολεμήσαντος Ῥωμαίοις.

1.65.1

Μετὰ δὲ τὰς διαλύσεις ταύτας ἴδιόν τι καὶ παραπλήσιον ἀμφοτέροις συνέβη παθεῖν. 1.65.2 ἐξεδέξατο γὰρ πόλεμος ἐμφύλιος Ῥωμαίους μὲν πρὸς τοὺς Φαλίσκους καλουμένους, ὃν ταχέως καὶ συμφερόντως ἐπετέλεσαν, ἐν ὀλίγαις ἡμέραις ἐγκρατεῖς γενόμενοι τῆς πόλεως αὐτῶν, 1.65.3 Καρχηδονίους δὲ κατὰ τὸν αὐτὸν καιρὸν οὐ μικρὸς οὐδʼ εὐκαταφρόνητος πρὸς τοὺς ξένους καὶ τοὺς Νομάδας καὶ τοὺς ἅμα τούτοις ἀποστάντας Λίβυας, 1.65.4 ἐν πολλοὺς καὶ μεγάλους ὑπομείναντες φόβους τέλος οὐ μόνον ὑπὲρ τῆς χώρας ἐκινδύνευσαν, ἀλλὰ καὶ περὶ σφῶν αὐτῶν καὶ τοῦ τῆς πατρίδος ἐδάφους.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.63.9 Polyb. 1.64.6 (English) >>Polyb. 1.65.7

Powered by PhiloLogic