Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.66.5 Polyb. 1.66.11 (English) >>Polyb. 1.67.5

1.66.8 ἀγωνιῶντες οἱ Καρχηδόνιοι μή ποτε διὰ χρόνου παραγεγονότες, καὶ τινὲς μὲν τέκνων ἔνιοι δὲ καὶ γυναικῶν ἱμείροντες, οἱ μὲν οὐκ ἐκπορευθῶσι τὸ παράπαν, οἱ δʼ ἐκπορευθέντες αὖθις ἀνακάμπτωσι πρὸς ταῦτα, καὶ τῷ τοιούτῳ τρόπῳ μηδὲν ἧττον ἀδίκημα γίνηται κατὰ τὴν πόλιν, 1.66.9 ταῦτα προορώμενοι μετὰ πολλῆς ἀπεχθείας οὐδαμῶς βουλομένους τοὺς ἀνθρώπους ἠνάγκασαν τὰς ἀποσκευὰς μεθʼ αὑτῶν ἀπαγαγεῖν. 1.66.10 οἱ δὲ μισθοφόροι συναναχθέντες εἰς τὴν Σίκκαν καὶ διὰ πολλοῦ χρόνου τετευχότες ἀνέσεως καὶ σχολῆς, ὅπερ ἀφυέστατον ὑπάρχει ξενικαῖς δυνάμεσι καὶ σχεδὸν ὡς εἰπεῖν ἀρχηγὸν καὶ μόνον αἴτιον γίνεται στάσεως, διῆγον ἀδεῶς. 1.66.11 ἅμα δὲ ῥᾳθυμοῦντες, τινὲς μὲν αὐτῶν ἐξελογίζοντο τὰ προσοφειλόμενα σφίσι τῶν ὀψωνίων ἐπὶ τὸ πλεῖον καὶ συγκεφαλαιούμενοι πολλαπλάσια τῶν καθηκόντων ταῦτʼ ἔφασαν δεῖν ἀπαιτεῖν τοὺς Καρχηδονίους· 1.66.12 πάντες δʼ ἀναμιμνησκόμενοι τῶν ἐπαγγελιῶν, ὧν οἱ στρατηγοὶ κατὰ τοὺς ἐπισφαλεῖς τῶν καιρῶν παρακαλοῦντες σφᾶς ἐπεποίηντο, μεγάλας εἶχον ἐλπίδας καὶ μεγάλην προσδοκίαν τῆς ἐσομένης περὶ αὐτοὺς ἐπανορθώσεως.

1.67.1

διόπερ ἅμα τῷ συλλεχθῆναι πάντας εἰς τὴν Σίκκαν, καὶ παραγενόμενον Ἄννωνα τὸν ὑπάρχοντα στρατηγὸν ἐν τῇ Λιβύῃ τότε τῶν Καρχηδονίων μὴ οἷον τὰς ἐλπίδας καὶ τὰς ἐπαγγελίας ἐκπληροῦν, ἀλλὰ τοὐναντίον λέγοντα τὸ βάρος τῶν φόρων καὶ τὴν καθόλου στενοχωρίαν τῆς πόλεως ἐγχειρεῖν παραιτεῖσθαι μέρος τι τῶν ἐξ ὁμολόγου προσοφειλομένων ὀψωνίων,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.66.5 Polyb. 1.66.11 (English) >>Polyb. 1.67.5

Powered by PhiloLogic