Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.67.2 Polyb. 1.67.10 (English) >>Polyb. 1.68.3

1.67.7 καὶ τότε συνέβη γενέσθαι περὶ αὐτούς· ἦσαν γὰρ οἱ μὲν Ἴβηρες, οἱ δὲ Κελτοί, τινὲς δὲ Λιγυστῖνοι καὶ Βαλιαρεῖς, οὐκ ὀλίγοι δὲ μιξέλληνες, ὧν οἱ πλείους αὐτόμολοι καὶ δοῦλοι· τὸ δὲ μέγιστον μέρος αὐτῶν ἦν Λίβυες. 1.67.8 διόπερ οὔτʼ ἐκκλησιάσαι συναθροίσαντα πάντας ὁμοῦ δυνατὸν ἦν οὔτʼ ἄλλην οὐδεμίαν εὑρέσθαι πρὸς τοῦτο μηχανήν. 1.67.9 πῶς γὰρ οἷόν τε; τὸν μὲν γὰρ στρατηγὸν εἰδέναι τὰς ἑκάστων διαλέκτους ἀδύνατον· διὰ πλειόνων δʼ ἑρμηνέων ἐκκλησιάζειν, ἅμα τετράκις καὶ πεντάκις περὶ ταὐτοῦ λέγοντα πράγματος, σχεδὸν ὡς εἰπεῖν ἔτι τοῦ πρόσθεν ἀδυνατώτερον. 1.67.10 λοιπὸν ἦν διὰ τῶν ἡγεμόνων ποιεῖσθαι τὰς ἀξιώσεις καὶ παρακλήσεις· ὅπερ ἐπειρᾶτο τότε συνεχῶς ποιεῖν Ἄννων. 1.67.11 ἀκμὴν δὲ καὶ τούτους συνέβαινεν μὲν οὐκ αἰσθάνεσθαι τῶν λεγομένων, δὲ καὶ συναινέσαντας ἐνίοτε τῷ στρατηγῷ τἀναντία πρὸς τοὺς πολλοὺς ἀναγγέλλειν, τοὺς μὲν διʼ ἄγνοιαν, τοὺς δὲ διὰ κακίαν· ἐξ ὧν ἦν ἀσαφείας, ἀπιστίας, ἀμιξίας ἅπαντα πλήρη. 1.67.12 πρὸς γὰρ τοῖς ἄλλοις ᾤοντο καὶ τοὺς Καρχηδονίους ἐπίτηδες τοὺς μὲν εἰδότας στρατηγοὺς τὰς γεγενημένας χρείας κατὰ Σικελίαν ἐξ αὐτῶν καὶ πεποιημένους σφίσι τὰς ἐπαγγελίας οὐκ ἐξαποστέλλειν ὡς αὐτούς, τὸν δὲ μηδενὶ τούτων παρηκολουθηκότα τοῦτον ἐκπεπομφέναι.


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.67.2 Polyb. 1.67.10 (English) >>Polyb. 1.68.3

Powered by PhiloLogic