Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.66.9 Polyb. 1.67.3 (English) >>Polyb. 1.67.11

1.67.1

διόπερ ἅμα τῷ συλλεχθῆναι πάντας εἰς τὴν Σίκκαν, καὶ παραγενόμενον Ἄννωνα τὸν ὑπάρχοντα στρατηγὸν ἐν τῇ Λιβύῃ τότε τῶν Καρχηδονίων μὴ οἷον τὰς ἐλπίδας καὶ τὰς ἐπαγγελίας ἐκπληροῦν, ἀλλὰ τοὐναντίον λέγοντα τὸ βάρος τῶν φόρων καὶ τὴν καθόλου στενοχωρίαν τῆς πόλεως ἐγχειρεῖν παραιτεῖσθαι μέρος τι τῶν ἐξ ὁμολόγου προσοφειλομένων ὀψωνίων, 1.67.2 εὐθέως διαφορὰ καὶ στάσις ἐγεννᾶτο καὶ συνδρομαὶ συνεχεῖς ἐγίνοντο, ποτὲ μὲν κατὰ γένη, ποτὲ δʼ ὁμοῦ πάντων. 1.67.3 ὡς δʼ ἂν μήθʼ ὁμοεθνῶν μήθʼ ὁμογλώττων ὑπαρχόντων, ἦν ἀμιξίας καὶ θορύβου καὶ τῆς λεγομένης τύρβης πλῆρες τὸ στρατόπεδον. 1.67.4 Καρχηδόνιοι γὰρ ἀεὶ χρώμενοι ποικίλαις καὶ μισθοφορικαῖς δυνάμεσιν, πρὸς μὲν τὸ μὴ ταχέως συμφρονήσαντας ἀπειθεῖν μηδὲ δυσκαταπλήκτους εἶναι τοῖς ἡγουμένοις ὀρθῶς στοχάζονται, ποιοῦντες ἐκ πολλῶν γενῶν τὴν δύναμιν, 1.67.5 πρὸς δὲ τὸ γενομένης ὀργῆς διαβολῆς στάσεως διδάξαι καὶ πραῧναι καὶ μεταθεῖναι τοὺς ἠγνοηκότας ὁλοσχερῶς ἀστοχοῦσιν. 1.67.6 οὐ γὰρ οἷον ἀνθρωπίνῃ χρῆσθαι κακίᾳ συμβαίνει τὰς τοιαύτας δυνάμεις, ὅταν ἅπαξ εἰς ὀργὴν καὶ διαβολὴν ἐμπέσωσι πρός τινας, ἀλλʼ ἀποθηριοῦσθαι τὸ τελευταῖον καὶ παραστατικὴν λαμβάνειν διάθεσιν. 1.67.7 καὶ τότε συνέβη γενέσθαι περὶ αὐτούς· ἦσαν γὰρ οἱ μὲν Ἴβηρες, οἱ δὲ Κελτοί, τινὲς δὲ Λιγυστῖνοι καὶ Βαλιαρεῖς, οὐκ ὀλίγοι δὲ μιξέλληνες, ὧν οἱ πλείους αὐτόμολοι καὶ δοῦλοι· τὸ δὲ μέγιστον μέρος αὐτῶν ἦν Λίβυες.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.66.9 Polyb. 1.67.3 (English) >>Polyb. 1.67.11

Powered by PhiloLogic