Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.71.1 Polyb. 1.71.7 (English) >>Polyb. 1.72.6

1.71.4 συνέβαινε δʼ αὐτοῖς τἀναντία· μείζονος γὰρ ἐνίστατο πολέμου καταρχὴ καὶ φοβερωτέρου. 1.71.5 πρόσθεν μὲν γὰρ ὑπὲρ Σικελίας ἠμφισβήτουν Ῥωμαίοις, τότε δὲ περὶ σφῶν αὐτῶν καὶ τῆς πατρίδος ἔμελλον κινδυνεύσειν, πόλεμον ἀναλαμβάνοντες ἐμφύλιον. 1.71.6 πρὸς δὲ τούτοις οὐχ ὅπλων πλῆθος, οὐ ναυτικὴ δύναμις, οὐ πλοίων κατασκευὴ παρʼ αὐτοῖς ἦν, ὡς ἂν τοσαύταις ναυμαχίαις περιπεπτωκότων· καὶ μὴν οὐδὲ χορηγιῶν διάθεσις οὐδὲ φίλων οὐδὲ συμμάχων τῶν βοηθησόντων ἔξωθεν ἐλπὶς οὐδʼ ἡτισοῦν ὑπῆρχεν. 1.71.7 διὸ καὶ τότε σαφῶς ἔγνωσαν ἡλίκην ἔχει διαφορὰν ξενικὸς καὶ διαπόντιος πόλεμος ἐμφυλίου στάσεως καὶ ταραχῆς. 1.71.8 οὐχ ἥκιστα δʼ αὐτοὶ σφίσι τῶν τοιούτων καὶ τηλικούτων κακῶν ἐγεγόνεισαν αἴτιοι.

1.72.1

κατὰ γὰρ τὸν προγεγονότα πόλεμον εὐλόγους ἀφορμὰς ἔχειν ὑπολαμβάνοντες πικρῶς ἐπεστάτησαν τῶν κατὰ τὴν Λιβύην ἀνθρώπων, 1.72.2 παραιρούμενοι μὲν τῶν ἄλλων πάντων τῶν καρπῶν τοὺς ἡμίσεις, διπλασίους δὲ ταῖς πόλεσι τοὺς φόρους πρὶν ἐπιτάττοντες, συγγνώμην δὲ τοῖς ἀπόροις συμπεριφορὰν οὐδʼ ἡντινοῦν ἐπʼ οὐδενὶ τῶν πραττομένων διδόντες, 1.72.3 θαυμάζοντες δὲ καὶ τιμῶντες τῶν ἀεὶ στρατηγῶν οὐ τοὺς πρᾴως καὶ φιλανθρώπως τῷ πλήθει χρωμένους, ἀλλὰ τοὺς αὐτοῖς μὲν ἑτοιμάζοντας πλείστας χορηγίας καὶ ἐπισκευάς, τοῖς δὲ κατὰ τὴν χώραν πικρότατα χρωμένους, ὧν εἷς ἦν Ἄννων.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.71.1 Polyb. 1.71.7 (English) >>Polyb. 1.72.6

Powered by PhiloLogic