Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.71.2 Polyb. 1.72.2 (English) >>Polyb. 1.73.1

1.71.6 πρὸς δὲ τούτοις οὐχ ὅπλων πλῆθος, οὐ ναυτικὴ δύναμις, οὐ πλοίων κατασκευὴ παρʼ αὐτοῖς ἦν, ὡς ἂν τοσαύταις ναυμαχίαις περιπεπτωκότων· καὶ μὴν οὐδὲ χορηγιῶν διάθεσις οὐδὲ φίλων οὐδὲ συμμάχων τῶν βοηθησόντων ἔξωθεν ἐλπὶς οὐδʼ ἡτισοῦν ὑπῆρχεν. 1.71.7 διὸ καὶ τότε σαφῶς ἔγνωσαν ἡλίκην ἔχει διαφορὰν ξενικὸς καὶ διαπόντιος πόλεμος ἐμφυλίου στάσεως καὶ ταραχῆς. 1.71.8 οὐχ ἥκιστα δʼ αὐτοὶ σφίσι τῶν τοιούτων καὶ τηλικούτων κακῶν ἐγεγόνεισαν αἴτιοι.

1.72.1

κατὰ γὰρ τὸν προγεγονότα πόλεμον εὐλόγους ἀφορμὰς ἔχειν ὑπολαμβάνοντες πικρῶς ἐπεστάτησαν τῶν κατὰ τὴν Λιβύην ἀνθρώπων, 1.72.2 παραιρούμενοι μὲν τῶν ἄλλων πάντων τῶν καρπῶν τοὺς ἡμίσεις, διπλασίους δὲ ταῖς πόλεσι τοὺς φόρους πρὶν ἐπιτάττοντες, συγγνώμην δὲ τοῖς ἀπόροις συμπεριφορὰν οὐδʼ ἡντινοῦν ἐπʼ οὐδενὶ τῶν πραττομένων διδόντες, 1.72.3 θαυμάζοντες δὲ καὶ τιμῶντες τῶν ἀεὶ στρατηγῶν οὐ τοὺς πρᾴως καὶ φιλανθρώπως τῷ πλήθει χρωμένους, ἀλλὰ τοὺς αὐτοῖς μὲν ἑτοιμάζοντας πλείστας χορηγίας καὶ ἐπισκευάς, τοῖς δὲ κατὰ τὴν χώραν πικρότατα χρωμένους, ὧν εἷς ἦν Ἄννων. 1.72.4 τοιγαροῦν οἱ μὲν ἄνδρες οὐχ οἷον παρακλήσεως πρὸς τὴν ἀπόστασιν, ἀλλʼ ἀγγέλου μόνον ἐδεήθησαν· 1.72.5 αἱ δὲ γυναῖκες αἱ τὸν πρὸ τοῦ χρόνον ἀπαγομένους περιορῶσαι τοὺς σφετέρους ἄνδρας καὶ γονεῖς πρὸς τὰς εἰσφοράς, τότε συνομνύουσαι κατὰ πόλεις ἐφʼ μηδὲν κρύψειν τῶν ὑπαρχόντων αὐταῖς, ἀφαιρούμεναι τὸν κόσμον εἰσέφερον ἀπροφασίστως εἰς τοὺς ὀψωνιασμούς.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.71.2 Polyb. 1.72.2 (English) >>Polyb. 1.73.1

Powered by PhiloLogic