Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.71.5 Polyb. 1.72.6 (English) >>Polyb. 1.73.4

1.72.3 θαυμάζοντες δὲ καὶ τιμῶντες τῶν ἀεὶ στρατηγῶν οὐ τοὺς πρᾴως καὶ φιλανθρώπως τῷ πλήθει χρωμένους, ἀλλὰ τοὺς αὐτοῖς μὲν ἑτοιμάζοντας πλείστας χορηγίας καὶ ἐπισκευάς, τοῖς δὲ κατὰ τὴν χώραν πικρότατα χρωμένους, ὧν εἷς ἦν Ἄννων. 1.72.4 τοιγαροῦν οἱ μὲν ἄνδρες οὐχ οἷον παρακλήσεως πρὸς τὴν ἀπόστασιν, ἀλλʼ ἀγγέλου μόνον ἐδεήθησαν· 1.72.5 αἱ δὲ γυναῖκες αἱ τὸν πρὸ τοῦ χρόνον ἀπαγομένους περιορῶσαι τοὺς σφετέρους ἄνδρας καὶ γονεῖς πρὸς τὰς εἰσφοράς, τότε συνομνύουσαι κατὰ πόλεις ἐφʼ μηδὲν κρύψειν τῶν ὑπαρχόντων αὐταῖς, ἀφαιρούμεναι τὸν κόσμον εἰσέφερον ἀπροφασίστως εἰς τοὺς ὀψωνιασμούς. 1.72.6 καὶ τοιαύτην παρεσκεύασαν εὐπορίαν τοῖς περὶ τὸν Μάθω καὶ Σπένδιον ὥστε μὴ μόνον διαλῦσαι τὰ προσοφειλόμενα τῶν ὀψωνίων τοῖς μισθοφόροις κατὰ τὰς ἐπαγγελίας, ἃς ἐποιήσαντο πρὸς τὴν ἀπόστασιν, ἀλλὰ καὶ πρὸς τὸ συνεχὲς εὐπορῆσαι χορηγίας. 1.72.7 οὕτως οὐδέποτε δεῖ πρὸς τὸ παρὸν μόνον, ἔτι δὲ μᾶλλον πρὸς τὸ μέλλον ἀποβλέπειν ἀεὶ τοὺς ὀρθῶς βουλευομένους.

1.73.1

Οὐ μὴν ἀλλὰ καίπερ ἐν τοιούτοις κακοῖς ὄντες οἱ Καρχηδόνιοι, προστησάμενοι τὸν Ἄννωνα στρατηγὸν διὰ τὸ δοκεῖν τοῦτον καὶ πρότερον αὐτοῖς τὰ κατὰ τὴν Ἑκατοντάπυλον τῆς Λιβύης καταστρέψασθαι, συνήθροιζον μὲν μισθοφόρους, καθώπλιζον δὲ τοὺς ἐν ταῖς ἡλικίαις τῶν πολιτῶν·



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.71.5 Polyb. 1.72.6 (English) >>Polyb. 1.73.4

Powered by PhiloLogic