1.75.4 τὸ δὲ πραχθὲν ἦν ὑπʼ αὐτοῦ περὶ τὴν χρείαν ταύτην τοιοῦτον. τῶν γεωλόφων τῶν ἐπιζευγνύντων τὸν αὐχένα τὸν συνάπτοντα τὴν Καρχηδόνα πρὸς τὴν Λιβύην ὄντων δυσβάτων καὶ χειροποιήτους ἐχόντων διεκβολὰς ἐπὶ τὴν χώραν, συνέβαινε τοὺς περὶ τὸν Μάθω πάντας τοὺς διὰ τῶν προειρημένων λόφων εὐκαίρως κειμένους τόπους φυλακαῖς διειληφέναι,
1.75.5 πρὸς δὲ τούτοις τοῦ προσαγορευομένου Μακάρα ποταμοῦ διείργοντος κατά τινας τόπους παραπλησίως τὴν ἐπὶ τὴν χώραν τοῖς ἐκ τῆς πόλεως ἔξοδον καὶ διὰ τὸ πλῆθος τοῦ ῥεύματος ἀβάτου κατὰ τὸ πλεῖστον ὑπάρχοντος, μιᾶς δʼ οὔσης ἐπʼ αὐτῷ γεφύρας, καὶ ταύτην τηρεῖν τὴν δίοδον ἀσφαλῶς, πόλιν ἐπʼ αὐτῆς ᾠκοδομηκότας.
1.75.6 ἐξ ὧν συνέβαινε τοὺς Καρχηδονίους μὴ οἷον στρατοπέδῳ τῆς χώρας ἐπιβαίνειν, ἀλλὰ μηδὲ τοὺς κατʼ ἰδίαν θέλοντας διαπεσεῖν ῥᾳδίως ἂν δύνασθαι λαθεῖν τοὺς ὑπεναντίους.
1.75.7 εἰς ἃ βλέπων Ἀμίλκας καὶ παντὸς πράγματος καὶ καιροῦ πεῖραν λαμβάνων διὰ τὸ δυσχρηστεῖν περὶ τὴν ἔξοδον διενοήθη τι τοιοῦτον.
1.75.8 τοῦ προειρημένου ποταμοῦ κατὰ τὴν εἰς θάλατταν ἐκβολὴν συνθεωρήσας κατά τινας ἀνέμων στάσεις ἀποθινούμενον τὸ στόμα καὶ τεναγώδη γινομένην τὴν παρʼ αὐτὸ τὸ στόμα πάροδον, ποιήσας εὐτρεπῆ τῷ στρατοπέδῳ τὰ πρὸς τὴν ἔξοδον καὶ κρύπτων ἐν αὑτῷ τὴν ἐπιβολὴν ἐτήρει τὸ προειρημένον σύμπτωμα.