Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.75.5 Polyb. 1.76.1 (English) >>Polyb. 1.76.8

1.75.8 τοῦ προειρημένου ποταμοῦ κατὰ τὴν εἰς θάλατταν ἐκβολὴν συνθεωρήσας κατά τινας ἀνέμων στάσεις ἀποθινούμενον τὸ στόμα καὶ τεναγώδη γινομένην τὴν παρʼ αὐτὸ τὸ στόμα πάροδον, ποιήσας εὐτρεπῆ τῷ στρατοπέδῳ τὰ πρὸς τὴν ἔξοδον καὶ κρύπτων ἐν αὑτῷ τὴν ἐπιβολὴν ἐτήρει τὸ προειρημένον σύμπτωμα. 1.75.9 παραπεσόντος δὲ τοῦ καιροῦ, νυκτὸς ἐξορμήσας ἔλαθε πάντας ἅμα τῷ φωτὶ τὸν προειρημένον τόπον διαβιβάσας τὴν δύναμιν. 1.75.10 παραδόξου δὲ τοῦ πράγματος φανέντος καὶ τοῖς ἐν τῇ πόλει καὶ τοῖς ὑπεναντίοις, μὲν Ἀμίλκας προῆγεν διὰ τοῦ πεδίου, ποιούμενος τὴν πορείαν ἐπὶ τοὺς

1.76.1

τὴν γέφυραν φυλάττοντας. οἱ δὲ περὶ τὸν Σπένδιον συνέντες τὸ γεγονὸς ἀπήντων εἰς τὸ πεδίον καὶ παρεβοήθουν ἀλλήλοις, οἱ μὲν ἐκ τῆς περὶ τὴν γέφυραν πόλεως ὄντες οὐκ ἐλάττους μυρίων, οἱ δʼ ἀπὸ τῆς Ἰτύκης ὑπὲρ τοὺς μυρίους καὶ πεντακισχιλίους. 1.76.2 ἐπεὶ δʼ εἰς σύνοπτον ἧκον ἀλλήλοις, νομίσαντες ἐν μέσῳ τοὺς Καρχηδονίους ἀπειληφέναι, σπουδῇ παρηγγύων ἅμα παρακαλοῦντες σφᾶς αὐτοὺς καὶ συνῆπτον τοῖς πολεμίοις. 1.76.3 δʼ Ἀμίλκας ἦγε μὲν τὴν πορείαν πρώτους ἔχων τοὺς ἐλέφαντας, ἐπὶ δὲ τούτοις τοὺς ἱππεῖς καὶ τοὺς εὐζώνους, τελευταῖα δὲ τὰ βαρέα τῶν ὅπλων. 1.76.4 κατιδὼν δὲ προχειρότερον ἐπιφερομένους τοὺς ὑπεναντίους, ἀναστρέφειν παρήγγειλε πᾶσι τοῖς ἑαυτοῦ.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.75.5 Polyb. 1.76.1 (English) >>Polyb. 1.76.8

Powered by PhiloLogic