Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.75.9 Polyb. 1.76.6 (English) >>Polyb. 1.77.1

1.76.3 δʼ Ἀμίλκας ἦγε μὲν τὴν πορείαν πρώτους ἔχων τοὺς ἐλέφαντας, ἐπὶ δὲ τούτοις τοὺς ἱππεῖς καὶ τοὺς εὐζώνους, τελευταῖα δὲ τὰ βαρέα τῶν ὅπλων. 1.76.4 κατιδὼν δὲ προχειρότερον ἐπιφερομένους τοὺς ὑπεναντίους, ἀναστρέφειν παρήγγειλε πᾶσι τοῖς ἑαυτοῦ. 1.76.5 καὶ τοὺς μὲν ἀπὸ τῆς πρωτοπορείας ἀναστρέψαντας σπουδῇ ποιεῖσθαι τὴν ἀποχώρησιν ἐκέλευσε· τοὺς δʼ ἐπὶ τῆς οὐραγίας ἐξ ἀρχῆς ὑπάρχοντας ἐξ ἐπιστροφῆς περισπῶν ἐξέταττε πρὸς τὴν τῶν πολεμίων ἐπιφάνειαν. 1.76.6 οἱ δὲ Λίβυες καὶ μισθοφόροι νομίσαντες αὐτοὺς καταπεπληγμένους φυγεῖν, λύσαντες τὴν τάξιν ἐπέκειντο καὶ συνῆπτον εἰς τὰς χεῖρας ἐρρωμένως. 1.76.7 ἅμα δὲ τῷ τοὺς ἱππεῖς συνεγγίσαντας τοῖς παρατεταγμένοις ἐκ μεταβολῆς ὑποστῆναι, τὴν δὲ λοιπὴν δύναμιν ἐπάγειν, ἐκπλαγεῖς γινόμενοι διὰ τὸ παράδοξον οἱ Λίβυες ἐγκλίναντες εὐθέως ἔφευγον, ὡς ἂν εἰκῇ καὶ σποράδην ἐπικείμενοι. 1.76.8 λοιπὸν οἱ μὲν τοῖς κατόπιν ἐπιφερομένοις περιπίπτοντες ἐσφάλλοντο καὶ διέφθειρον αὑτούς τε καὶ τοὺς οἰκείους· οἱ δὲ πλείους συνεπατήθησαν, ἐκ χειρὸς τῶν ἱππέων ἐπικειμένων αὐτοῖς καὶ τῶν θηρίων. 1.76.9 ἀπώλοντο μὲν οὖν εἰς ἑξακισχιλίους τῶν Λιβύων καὶ τῶν ξένων, ἑάλωσαν δὲ περὶ δισχιλίους· οἱ δὲ λοιποὶ διέφυγον, οἱ μὲν εἰς τὴν πρὸς τῇ γεφύρᾳ πόλιν, οἱ δʼ ἐπὶ τὴν πρὸς Ἰτύκῃ παρεμβολήν.


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.75.9 Polyb. 1.76.6 (English) >>Polyb. 1.77.1

Powered by PhiloLogic