Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.75.9 Polyb. 1.76.7 (English) >>Polyb. 1.77.3

1.76.4 κατιδὼν δὲ προχειρότερον ἐπιφερομένους τοὺς ὑπεναντίους, ἀναστρέφειν παρήγγειλε πᾶσι τοῖς ἑαυτοῦ. 1.76.5 καὶ τοὺς μὲν ἀπὸ τῆς πρωτοπορείας ἀναστρέψαντας σπουδῇ ποιεῖσθαι τὴν ἀποχώρησιν ἐκέλευσε· τοὺς δʼ ἐπὶ τῆς οὐραγίας ἐξ ἀρχῆς ὑπάρχοντας ἐξ ἐπιστροφῆς περισπῶν ἐξέταττε πρὸς τὴν τῶν πολεμίων ἐπιφάνειαν. 1.76.6 οἱ δὲ Λίβυες καὶ μισθοφόροι νομίσαντες αὐτοὺς καταπεπληγμένους φυγεῖν, λύσαντες τὴν τάξιν ἐπέκειντο καὶ συνῆπτον εἰς τὰς χεῖρας ἐρρωμένως. 1.76.7 ἅμα δὲ τῷ τοὺς ἱππεῖς συνεγγίσαντας τοῖς παρατεταγμένοις ἐκ μεταβολῆς ὑποστῆναι, τὴν δὲ λοιπὴν δύναμιν ἐπάγειν, ἐκπλαγεῖς γινόμενοι διὰ τὸ παράδοξον οἱ Λίβυες ἐγκλίναντες εὐθέως ἔφευγον, ὡς ἂν εἰκῇ καὶ σποράδην ἐπικείμενοι. 1.76.8 λοιπὸν οἱ μὲν τοῖς κατόπιν ἐπιφερομένοις περιπίπτοντες ἐσφάλλοντο καὶ διέφθειρον αὑτούς τε καὶ τοὺς οἰκείους· οἱ δὲ πλείους συνεπατήθησαν, ἐκ χειρὸς τῶν ἱππέων ἐπικειμένων αὐτοῖς καὶ τῶν θηρίων. 1.76.9 ἀπώλοντο μὲν οὖν εἰς ἑξακισχιλίους τῶν Λιβύων καὶ τῶν ξένων, ἑάλωσαν δὲ περὶ δισχιλίους· οἱ δὲ λοιποὶ διέφυγον, οἱ μὲν εἰς τὴν πρὸς τῇ γεφύρᾳ πόλιν, οἱ δʼ ἐπὶ τὴν πρὸς Ἰτύκῃ παρεμβολήν. 1.76.10 Ἀμίλκας δὲ ποιήσας τὸ προτέρημα τὸν προειρημένον τρόπον, εἵπετο κατὰ πόδας τοῖς πολεμίοις καὶ τὴν μὲν ἐπὶ τῆς γεφύρας πόλιν ἐξ ἐφόδου κατέσχεν, προεμένων καὶ φευγόντων εἰς τὸν Τύνητα τῶν ἐν αὐτῇ πολεμίων, τὴν δὲ λοιπὴν χώραν ἐπιπορευόμενος τὰς μὲν προσήγετο, πλείστας δὲ κατὰ κράτος ἐξῄρει.


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.75.9 Polyb. 1.76.7 (English) >>Polyb. 1.77.3

Powered by PhiloLogic