Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.76.5 Polyb. 1.77.1 (English) >>Polyb. 1.78.1

1.76.10 Ἀμίλκας δὲ ποιήσας τὸ προτέρημα τὸν προειρημένον τρόπον, εἵπετο κατὰ πόδας τοῖς πολεμίοις καὶ τὴν μὲν ἐπὶ τῆς γεφύρας πόλιν ἐξ ἐφόδου κατέσχεν, προεμένων καὶ φευγόντων εἰς τὸν Τύνητα τῶν ἐν αὐτῇ πολεμίων, τὴν δὲ λοιπὴν χώραν ἐπιπορευόμενος τὰς μὲν προσήγετο, πλείστας δὲ κατὰ κράτος ἐξῄρει. 1.76.11 τοῖς δὲ Καρχηδονίοις βραχύ τι θάρσους ἐνειργάσατο καὶ τόλμης, ἐπὶ ποσὸν αὐτοὺς ἀπαλλάξας τῆς προγεγενημένης δυσελπιστίας.

1.77.1

δὲ Μάθως αὐτὸς μὲν ἐπὶ τῆς τῶν Ἱππακριτῶν πολιορκίας ἐπέμενεν, τοῖς δὲ περὶ τὸν Αὐτάριτον τὸν τῶν Γαλατῶν ἡγεμόνα καὶ Σπένδιον ἔχεσθαι τῶν ὑπεναντίων συνεβούλευε, 1.77.2 τὰ μὲν πεδία φεύγοντας διὰ τὸ πλῆθος τῶν παρὰ τοῖς ὑπεναντίοις ἱππέων καὶ θηρίων, ταῖς δʼ ὑπωρείαις ἀντιπαράγοντας καὶ συνεπιτιθεμένους κατὰ τὰς ὑποπιπτούσας ἀεὶ δυσχερείας. 1.77.3 ἅμα δὲ ταῖς ἐπινοίαις ταύταις καὶ πρὸς τοὺς Νομάδας καὶ τοὺς Λίβυας ἐξέπεμπε, δεόμενος βοηθεῖν σφίσι καὶ μὴ καταπροΐεσθαι τοὺς ὑπὲρ τῆς ἐλευθερίας καιρούς. 1.77.4 δὲ Σπένδιος προσλαβὼν ἐκ τοῦ Τύνητος ἀφʼ ἑκάστου τῶν γενῶν τοὺς πάντας εἰς ἑξακισχιλίους προῆγε, ταῖς ὑπωρείαις ἀντιπαράγων τοῖς Καρχηδονίοις, ἔχων ἅμα τοῖς προειρημένοις καὶ τοὺς μετʼ Αὐταρίτου Γαλάτας, ὄντας εἰς δισχιλίους. 1.77.5 τὸ γὰρ λοιπὸν μέρος αὐτῶν τοῦ κατʼ ἀρχὰς συστήματος ηὐτομολήκει πρὸς τοὺς Ῥωμαίους ἐν ταῖς περὶ τὸν Ἔρυκα στρατοπεδείαις.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.76.5 Polyb. 1.77.1 (English) >>Polyb. 1.78.1

Powered by PhiloLogic