Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.78.2 Polyb. 1.78.11 (English) >>Polyb. 1.79.3

1.78.8 Ἀμίλκας δὲ ταῦτʼ ἀκούσας οὕτως ἥσθη μεγάλως ἐπί τε τῷ κατὰ τὴν παρουσίαν θάρσει καὶ τῇ κατὰ τὴν ἔντευξιν ἁπλότητι τοῦ νεανίσκου, ὡς οὐ μόνον εὐδόκησε κοινωνὸν αὐτὸν προσλαβέσθαι τῶν πράξεων, ἀλλὰ καὶ τὴν θυγατέρα δώσειν ἐπηγγείλατο μεθʼ ὅρκου, διαφυλάξαντος αὐτοῦ τὴν πρὸς Καρχηδονίους πίστιν. 1.78.9 γενομένων δὲ τῶν ὁμολογιῶν, μὲν Ναραύας ἧκε τοὺς ὑφʼ αὑτὸν τεταγμένους ἔχων Νομάδας, ὄντας εἰς δισχιλίους, 1.78.10 δʼ Ἀμίλκας προσγενομένης αὐτῷ τῆς χειρὸς ταύτης παρετάξατο τοῖς πολεμίοις. οἱ δὲ περὶ τὸν Σπένδιον συνάψαντες ἐπὶ ταὐτὸ τοῖς Λίβυσι καὶ καταβάντες εἰς τὸ πεδίον συνέβαλλον τοῖς Καρχηδονίοις. 1.78.11 γενομένης δὲ μάχης ἰσχυρᾶς ἐνίκων οἱ περὶ τὸν Ἀμίλκαν, καλῶς μὲν τῶν θηρίων ἀγωνισαμένων, ἐπιφανεστάτην δὲ τοῦ Ναραύα παρασχομένου χρείαν. 1.78.12 μὲν οὖν Αὐτάριτος καὶ Σπένδιος διέφυγον, τῶν δὲ λοιπῶν ἔπεσον μὲν εἰς μυρίους, ἑάλωσαν δʼ εἰς τετρακισχιλίους. 1.78.13 ἐπιτελεσθέντος δὲ τοῦ κατορθώματος, Ἀμίλκας τοῖς μὲν βουλομένοις τῶν αἰχμαλώτων μεθʼ ἑαυτοῦ συστρατεύειν ἐξουσίαν ἔδωκε καὶ καθώπλιζε τοῖς ἀπὸ τῶν πολεμίων σκύλοις, 1.78.14 τοὺς δὲ μὴ βουλομένους ἁθροίσας παρεκάλει φάσκων, ἕως μὲν τοῦ νῦν συγγνώμην αὐτοῖς ἔχειν τῶν ἡμαρτημένων· διὸ καὶ συγχωρεῖν τρέπεσθαι κατὰ τὰς ἰδίας ὁρμὰς οὗ ποτʼ ἂν ἕκαστος αὐτῶν προαιρῆται.


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.78.2 Polyb. 1.78.11 (English) >>Polyb. 1.79.3

Powered by PhiloLogic