Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.79.6 Polyb. 1.79.13 (English) >>Polyb. 1.80.6

1.79.10 δʼ ἐπιστολὴ διεσάφει τόν τε Γέσκωνα καὶ τοὺς μετʼ αὐτοῦ πάντας, οὓς παρεσπόνδησαν ἐν τῷ Τύνητι, καθάπερ ἐπάνω προεῖπον, φυλάττειν ἐπιμελῶς, ὡς πραττόντων τινῶν ἐκ τοῦ στρατοπέδου τοῖς Καρχηδονίοις ὑπὲρ τῆς τούτων σωτηρίας. 1.79.11 λαβόμενος δὲ τῆς ἀφορμῆς ταύτης Σπένδιος πρῶτον μὲν παρεκάλει μὴ πιστεύειν τὴν ὑπὸ τοῦ στρατηγοῦ τοῦ τῶν Καρχηδονίων γεγενημένην φιλανθρωπίαν πρὸς τοὺς αἰχμαλώτους· 1.79.12 οὐ γὰρ σῶσαι προαιρούμενον αὐτὸν ταῦτα βεβουλεῦσθαι περὶ τῶν ἁλόντων, ἀλλὰ διὰ τῆς ἐκείνων ἀφέσεως ἡμῶν ἐγκρατῆ γενέσθαι σπουδάζοντα, πρὸς τὸ μὴ τινὰς ἀλλὰ πάντας ἡμᾶς ἅμα τιμωρήσασθαι πιστεύσαντας αὐτῷ. 1.79.13 πρὸς δὲ τούτοις φυλάττεσθαι παρῄνει μὴ προέμενοι τοὺς περὶ τὸν Γέσκωνα καταφρονηθῶσι μὲν ὑπὸ τῶν ἐχθρῶν, μεγάλα δὲ βλάψωσι τὰς ἰδίας πράξεις, ἄνδρα τοιοῦτον καὶ στρατηγὸν ἀγαθὸν ἐάσαντες διαφυγεῖν, ὃν εἰκὸς ἐχθρὸν αὐτοῖς ἔσεσθαι φοβερώτατον. 1.79.14 ἔτι δὲ ταῦτα λέγοντος αὐτοῦ παρῆν ἄλλος γραμματοφόρος, ὡς ἀπὸ τῶν ἐκ τοῦ Τύνητος ἀπεσταλμένος, παραπλήσια τοῖς ἐκ τῆς Σαρδόνος διασαφῶν.

1.80.1

ἐφʼ ὃν Αὐτάριτος Γαλάτης ἐπιβαλὼν μίαν ἔφη σωτηρίαν εἶναι τοῖς ἑαυτῶν πράγμασι τὸ πάσας ἀπογνῶναι τὰς ἐν Καρχηδονίοις ἐλπίδας· 1.80.2 ἕως δʼ ἂν ἀντέχηταί τις τῆς ἐκείνων φιλανθρωπίας, οὐ δυνατὸν αὐτοῖς ἀληθινὸν γενέσθαι τὸν τοιοῦτον σύμμαχον.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.79.6 Polyb. 1.79.13 (English) >>Polyb. 1.80.6

Powered by PhiloLogic