Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.]. | ||
<<Polyb. 1.79.8 | Polyb. 1.79.14 (English) | >>Polyb. 1.80.8 |
1.79.12 οὐ γὰρ σῶσαι προαιρούμενον αὐτὸν ταῦτα βεβουλεῦσθαι περὶ τῶν ἁλόντων , ἀλλὰ διὰ τῆς ἐκείνων ἀφέσεως ἡμῶν ἐγκρατῆ γενέσθαι σπουδάζοντα , πρὸς τὸ μὴ τινὰς ἀλλὰ πάντας ἡμᾶς ἅμα τιμωρήσασθαι πιστεύσαντας αὐτῷ .
1.79.13 πρὸς δὲ τούτοις φυλάττεσθαι παρῄνει μὴ προέμενοι τοὺς περὶ τὸν Γέσκωνα καταφρονηθῶσι μὲν ὑπὸ τῶν ἐχθρῶν , μεγάλα δὲ βλάψωσι τὰς ἰδίας πράξεις , ἄνδρα τοιοῦτον καὶ στρατηγὸν ἀγαθὸν ἐάσαντες διαφυγεῖν , ὃν εἰκὸς ἐχθρὸν αὐτοῖς ἔσεσθαι φοβερώτατον .
1.79.14 ἔτι δὲ ταῦτα λέγοντος αὐτοῦ παρῆν ἄλλος γραμματοφόρος , ὡς ἀπὸ τῶν ἐκ τοῦ Τύνητος ἀπεσταλμένος , παραπλήσια τοῖς ἐκ τῆς Σαρδόνος διασαφῶν .
1.80.1
ἕως δʼ ἂν ἀντέχηταί τις τῆς ἐκείνων φιλανθρωπίας , οὐ δυνατὸν αὐτοῖς ἀληθινὸν γενέσθαι τὸν τοιοῦτον σύμμαχον .
1.80.3 διόπερ ἠξίου τούτοις πιστεύειν , τούτοις ἀκούειν , τοῖς τοιούτοις προσέχειν τὸν νοῦν , οἵτινες ἂν ἀεί τι τῶν ἀπεχθεστάτων καὶ πικροτάτων εἰσαγγέλλωσι κατὰ Καρχηδονίων · τοὺς δʼ ἐναντία τούτοις λέγοντας προδότας καὶ πολεμίους ἡγεῖσθαι παρῄνει .
1.80.4 ταῦτα δʼ εἰπὼν συνεβούλευε τόν τε Γέσκωνα καὶ τοὺς μετʼ αὐτοῦ συλληφθέντας καὶ τοὺς ὕστερον γενομένους αἰχμαλώτους τῶν Καρχηδονίων αἰκισαμένους ἀποκτεῖναι .
Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.]. | ||
<<Polyb. 1.79.8 | Polyb. 1.79.14 (English) | >>Polyb. 1.80.8 |