Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.80.5 Polyb. 1.80.13 (English) >>Polyb. 1.81.7

1.80.10 καὶ τούτους μὲν ὥσπερ ὑπὸ θηρίων διεφθαρμένους ἐξέφερον οἱ προσήκοντες. 1.80.11 τοὺς δὲ περὶ τὸν Γέσκωνα λαβόντες, ὄντας εἰς ἑπτακοσίους, ἦγον ἐκ τοῦ χάρακος οἱ περὶ τὸν Σπένδιον· καὶ προαγαγόντες βραχὺ πρὸ τῆς στρατοπεδείας πρῶτον μὲν ἀπέκοπτον τὰς χεῖρας, 1.80.12 ποιούμενοι τὴν ἀρχὴν ἀπὸ τοῦ Γέσκωνος, ὃν βραχεῖ χρόνῳ πρότερον ἐκ πάντων Καρχηδονίων προκρίναντες ἀνέδειξαν μὲν εὐεργέτην αὑτῶν, ἐπέτρεψαν δὲ περὶ τῶν ἀμφισβητουμένων. 1.80.13 ἐπειδὴ δὲ τὰς χεῖρας ἀπέκοψαν, ἠκρωτηρίαζον τοὺς ταλαιπώρους· κολοβώσαντες δὲ καὶ τὰ σκέλη συντρίψαντες ἔτι ζῶντας ἔρριψαν εἴς τινα τάφρον.

1.81.1

Οἱ δὲ Καρχηδόνιοι τοῦ δυστυχήματος αὐτοῖς ἀναγγελθέντος ποιεῖν μὲν οὐδὲν εἶχον, ἐσχετλίαζον δὲ καὶ περιπαθεῖς γινόμενοι τῇ συμφορᾷ πρὸς μὲν Ἀμίλκαν καὶ τὸν ἕτερον τῶν στρατηγῶν Ἄννωνα πρεσβευτὰς ἐξέπεμπον, δεόμενοι βοηθεῖν καὶ τιμωρεῖν τοῖς ἠτυχηκόσι. 1.81.2 πρὸς δὲ τοὺς ἠσεβηκότας κήρυκας ἐξαπέστελλον περὶ τῆς τῶν νεκρῶν ἀναιρέσεως. 1.81.3 οἱ δʼ οὔτʼ ἔδοσαν, προεῖπόν τε τοῖς παροῦσιν μήτε κήρυκα πέμπειν πρὸς σφᾶς μήτε πρεσβευτήν, ὡς τῆς αὐτῆς κολάσεως ὑπομενούσης τοὺς παραγενομένους ἧς νῦν Γέσκων τέτευχε. 1.81.4 πρὸς δὲ τὸ λοιπὸν ἐδογματοποίησαν καὶ παρῄνεσαν αὑτοῖς, ὃν μὲν ἂν λάβωσιν Καρχηδονίων, τιμωρησαμένους ἀποκτείνειν· ὃν δʼ ἂν τῶν συμμαχούντων αὐτοῖς, ἀποκόψαντας τὰς χεῖρας αὖθις εἰς Καρχηδόνʼ ἀποπέμπειν. δὴ καὶ διετέλεσαν ἐπιμελῶς ποιοῦντες.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.80.5 Polyb. 1.80.13 (English) >>Polyb. 1.81.7

Powered by PhiloLogic