Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.79.9 Polyb. 1.80.2 (English) >>Polyb. 1.80.9

1.79.13 πρὸς δὲ τούτοις φυλάττεσθαι παρῄνει μὴ προέμενοι τοὺς περὶ τὸν Γέσκωνα καταφρονηθῶσι μὲν ὑπὸ τῶν ἐχθρῶν, μεγάλα δὲ βλάψωσι τὰς ἰδίας πράξεις, ἄνδρα τοιοῦτον καὶ στρατηγὸν ἀγαθὸν ἐάσαντες διαφυγεῖν, ὃν εἰκὸς ἐχθρὸν αὐτοῖς ἔσεσθαι φοβερώτατον. 1.79.14 ἔτι δὲ ταῦτα λέγοντος αὐτοῦ παρῆν ἄλλος γραμματοφόρος, ὡς ἀπὸ τῶν ἐκ τοῦ Τύνητος ἀπεσταλμένος, παραπλήσια τοῖς ἐκ τῆς Σαρδόνος διασαφῶν.

1.80.1

ἐφʼ ὃν Αὐτάριτος Γαλάτης ἐπιβαλὼν μίαν ἔφη σωτηρίαν εἶναι τοῖς ἑαυτῶν πράγμασι τὸ πάσας ἀπογνῶναι τὰς ἐν Καρχηδονίοις ἐλπίδας· 1.80.2 ἕως δʼ ἂν ἀντέχηταί τις τῆς ἐκείνων φιλανθρωπίας, οὐ δυνατὸν αὐτοῖς ἀληθινὸν γενέσθαι τὸν τοιοῦτον σύμμαχον. 1.80.3 διόπερ ἠξίου τούτοις πιστεύειν, τούτοις ἀκούειν, τοῖς τοιούτοις προσέχειν τὸν νοῦν, οἵτινες ἂν ἀεί τι τῶν ἀπεχθεστάτων καὶ πικροτάτων εἰσαγγέλλωσι κατὰ Καρχηδονίων· τοὺς δʼ ἐναντία τούτοις λέγοντας προδότας καὶ πολεμίους ἡγεῖσθαι παρῄνει. 1.80.4 ταῦτα δʼ εἰπὼν συνεβούλευε τόν τε Γέσκωνα καὶ τοὺς μετʼ αὐτοῦ συλληφθέντας καὶ τοὺς ὕστερον γενομένους αἰχμαλώτους τῶν Καρχηδονίων αἰκισαμένους ἀποκτεῖναι. 1.80.5 πρακτικώτατος δʼ ἦν οὗτος ἐν ταῖς συμβουλίαις διὰ τὸ πολλοὺς τὴν φωνὴν αὐτοῦ συνιέναι. 1.80.6 πάλαι γὰρ στρατευόμενος ᾔδει διαλέγεσθαι Φοινικιστί· ταύτῃ δέ πως οἱ πλεῖστοι συνεσαίνοντο τῇ διαλέκτῳ διὰ τὸ μῆκος τῆς προγεγενημένης στρατείας.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.79.9 Polyb. 1.80.2 (English) >>Polyb. 1.80.9

Powered by PhiloLogic