Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.80.1 Polyb. 1.80.9 (English) >>Polyb. 1.81.3

1.80.6 πάλαι γὰρ στρατευόμενος ᾔδει διαλέγεσθαι Φοινικιστί· ταύτῃ δέ πως οἱ πλεῖστοι συνεσαίνοντο τῇ διαλέκτῳ διὰ τὸ μῆκος τῆς προγεγενημένης στρατείας. 1.80.7 διόπερ ἐπαινέσαντος αὐτὸν ὁμοθυμαδὸν τοῦ πλήθους, οὗτος μὲν εὐδοκιμῶν ἀνεχώρησεν. 1.80.8 πολλῶν δὲ προπορευομένων ἀφʼ ἑκάστου γένους ἅμα καὶ βουλομένων αὐτὴν παραιτεῖσθαι τὴν αἰκίαν διὰ τὰς γεγενημένας ἐκ τοῦ Γέσκωνος εἰς αὐτοὺς εὐεργεσίας, οὔτε μὴν τῶν λεγομένων οὐθὲν ἦν συνετόν, ὡς ἂν ἅμα πολλῶν, ἑκάστου δὲ κατὰ τὴν ἰδίαν διάλεκτον συμβουλεύοντος· 1.80.9 ἐπεὶ δὲ καὶ παρεγυμνώθη διότι τὴν τιμωρίαν παραιτοῦνται, καί τις ἐκ τῶν καθημένων εἶπεν βάλλε, πάντας ἅμα κατέλευσαν τοὺς προπορευθέντας. 1.80.10 καὶ τούτους μὲν ὥσπερ ὑπὸ θηρίων διεφθαρμένους ἐξέφερον οἱ προσήκοντες. 1.80.11 τοὺς δὲ περὶ τὸν Γέσκωνα λαβόντες, ὄντας εἰς ἑπτακοσίους, ἦγον ἐκ τοῦ χάρακος οἱ περὶ τὸν Σπένδιον· καὶ προαγαγόντες βραχὺ πρὸ τῆς στρατοπεδείας πρῶτον μὲν ἀπέκοπτον τὰς χεῖρας, 1.80.12 ποιούμενοι τὴν ἀρχὴν ἀπὸ τοῦ Γέσκωνος, ὃν βραχεῖ χρόνῳ πρότερον ἐκ πάντων Καρχηδονίων προκρίναντες ἀνέδειξαν μὲν εὐεργέτην αὑτῶν, ἐπέτρεψαν δὲ περὶ τῶν ἀμφισβητουμένων. 1.80.13 ἐπειδὴ δὲ τὰς χεῖρας ἀπέκοψαν, ἠκρωτηρίαζον τοὺς ταλαιπώρους· κολοβώσαντες δὲ καὶ τὰ σκέλη συντρίψαντες ἔτι ζῶντας ἔρριψαν εἴς τινα τάφρον.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.80.1 Polyb. 1.80.9 (English) >>Polyb. 1.81.3

Powered by PhiloLogic