1.84.3 μετὰ δέ τινα χρόνον ἁθροίσαντες τῶν τε μισθοφόρων τοὺς ἀρίστους καὶ Λιβύων, τοὺς ἅπαντας εἰς πεντακισμυρίους, μεθʼ ὧν ἦν καὶ Ζάρζας ὁ Λίβυς ἔχων τοὺς ὑφʼ αὑτὸν ταττομένους, ὥρμησαν αὖθις ἀντιπαράγειν ἐν τοῖς ὑπαίθροις καὶ τηρεῖν τοὺς περὶ τὸν Ἀμίλκαν.
1.84.4 τῶν μὲν οὖν πεδινῶν τόπων ἀπείχοντο, καταπεπληγμένοι τὰ θηρία καὶ τοὺς περὶ τὸν Ναραύαν ἱππεῖς, τοὺς δʼ ὀρεινοὺς καὶ στενοὺς ἐπειρῶντο προκαταλαμβάνειν.
1.84.5 ἐν οἷς καιροῖς συνέβη ταῖς μὲν ἐπιβολαῖς καὶ τόλμαις μηδὲν αὐτοὺς λείπεσθαι τῶν ὑπεναντίων, διὰ δὲ τὴν ἀπειρίαν πολλάκις ἐλαττοῦσθαι.
1.84.6 τότε γὰρ ἦν, ὡς ἔοικε, συνιδεῖν ἐπʼ αὐτῆς τῆς ἀληθείας πηλίκην ἔχει διαφορὰν ἐμπειρία μεθοδικὴ καὶ στρατηγικὴ δύναμις ἀπειρίας καὶ τριβῆς ἀλόγου καὶ στρατιωτικῆς.
1.84.7 πολλοὺς μὲν γὰρ αὐτῶν ἐν ταῖς κατὰ μέρος χρείαις ἀποτεμνόμενος καὶ συγκλείων ὥσπερ ἀγαθὸς πεττευτὴς ἀμαχεὶ διέφθειρε,
1.84.8 πολλοὺς δʼ ἐν τοῖς ὁλοσχερέσι κινδύνοις τοὺς μὲν εἰς ἐνέδρας ἀνυπονοήτους ἐπαγόμενος ἀνῄρει, τοῖς δʼ ἀνελπίστως καὶ παραδόξως ποτὲ μὲν μεθʼ ἡμέραν ποτὲ δὲ νύκτωρ ἐπιφαινόμενος ἐξέπληττεν· ὧν ὅσους λάβοι ζωγρίᾳ, πάντας παρέβαλλε τοῖς θηρίοις.
1.84.9 τέλος δʼ ἐπιστρατοπεδεύσας αὐτοῖς ἀνυπονοήτως ἐν τόποις ἀφυέσι μὲν πρὸς τὴν ἐκείνων χρείαν εὐφυέσι δὲ πρὸς τὴν ἑαυτοῦ δύναμιν εἰς τοῦτʼ ἤγαγε περιστάσεως ὥστε μήτε διακινδυνεύειν τολμῶντας μήτʼ ἀποδρᾶναι δυναμένους διὰ τὸ τάφρῳ καὶ χάρακι περιειλῆφθαι πανταχόθεν τέλος ὑπὸ τῆς λιμοῦ συναγομένους ἐσθίειν ἀλλήλων ἀναγκασθῆναι,