1.84.5 ἐν οἷς καιροῖς συνέβη ταῖς μὲν ἐπιβολαῖς καὶ τόλμαις μηδὲν αὐτοὺς λείπεσθαι τῶν ὑπεναντίων, διὰ δὲ τὴν ἀπειρίαν πολλάκις ἐλαττοῦσθαι.
1.84.6 τότε γὰρ ἦν, ὡς ἔοικε, συνιδεῖν ἐπʼ αὐτῆς τῆς ἀληθείας πηλίκην ἔχει διαφορὰν ἐμπειρία μεθοδικὴ καὶ στρατηγικὴ δύναμις ἀπειρίας καὶ τριβῆς ἀλόγου καὶ στρατιωτικῆς.
1.84.7 πολλοὺς μὲν γὰρ αὐτῶν ἐν ταῖς κατὰ μέρος χρείαις ἀποτεμνόμενος καὶ συγκλείων ὥσπερ ἀγαθὸς πεττευτὴς ἀμαχεὶ διέφθειρε,
1.84.8 πολλοὺς δʼ ἐν τοῖς ὁλοσχερέσι κινδύνοις τοὺς μὲν εἰς ἐνέδρας ἀνυπονοήτους ἐπαγόμενος ἀνῄρει, τοῖς δʼ ἀνελπίστως καὶ παραδόξως ποτὲ μὲν μεθʼ ἡμέραν ποτὲ δὲ νύκτωρ ἐπιφαινόμενος ἐξέπληττεν· ὧν ὅσους λάβοι ζωγρίᾳ, πάντας παρέβαλλε τοῖς θηρίοις.
1.84.9 τέλος δʼ ἐπιστρατοπεδεύσας αὐτοῖς ἀνυπονοήτως ἐν τόποις ἀφυέσι μὲν πρὸς τὴν ἐκείνων χρείαν εὐφυέσι δὲ πρὸς τὴν ἑαυτοῦ δύναμιν εἰς τοῦτʼ ἤγαγε περιστάσεως ὥστε μήτε διακινδυνεύειν τολμῶντας μήτʼ ἀποδρᾶναι δυναμένους διὰ τὸ τάφρῳ καὶ χάρακι περιειλῆφθαι πανταχόθεν τέλος ὑπὸ τῆς λιμοῦ συναγομένους ἐσθίειν ἀλλήλων ἀναγκασθῆναι,
1.84.10 τοῦ δαιμονίου τὴν οἰκείαν ἀμοιβὴν αὐτοῖς ἐπιφέροντος τῇ πρὸς τοὺς πέλας ἀσεβείᾳ καὶ παρανομίᾳ.
1.84.11 πρὸς μὲν γὰρ τὸν κίνδυνον οὐκ ἐτόλμων ἐξιέναι, προδήλου τῆς ἥττης καὶ τῆς τιμωρίας τοῖς ἁλισκομένοις ὑπαρχούσης, περὶ δὲ διαλύσεως οὐδʼ ὑπενόουν ποιεῖσθαι μνήμην, συνειδότες σφίσι τὰ πεπραγμένα.