Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.85.2 Polyb. 1.86.2 (English) >>Polyb. 1.87.1

1.85.7 περιστήσας αὐτοῖς Ἀμίλκας τά τε θηρία καὶ τὴν λοιπὴν δύναμιν ἅπαντας διέφθειρε, πλείους ὄντας τῶν τετρακισμυρίων, περὶ τὸν τόπον τὸν Πρίονα καλούμενον· ὃν συμβαίνει διὰ τὴν ὁμοιότητα τοῦ σχήματος πρὸς τὸ νῦν εἰρημένον ὄργανον ταύτης τετευχέναι τῆς προσηγορίας.

1.86.1

Πράξας δὲ τὰ προδεδηλωμένα τοῖς μὲν Καρχηδονίοις αὖθις ἐλπίδα παρέστησε μεγάλην πρὸς τὸ βέλτιον, καίπερ ἀπεγνωκόσιν ἤδη τὴν σωτηρίαν· αὐτὸς δὲ μετὰ Ναραύα καὶ μετʼ Ἀννίβου τὴν χώραν ἐπῄει καὶ τὰς πόλεις. 1.86.2 προσχωρούντων δὲ καὶ μετατιθεμένων πρὸς αὐτοὺς τῶν Λιβύων διὰ τὸ γεγονὸς εὐτύχημα, ποιησάμενοι τὰς πλείστας πόλεις ὑφʼ ἑαυτοὺς ἧκον ἐπὶ τὸν Τύνητα καὶ πολιορκεῖν ἐνεχείρησαν τοὺς περὶ τὸν Μάθω. 1.86.3 κατὰ μὲν οὖν τὴν ἀπὸ Καρχηδόνος πλευρὰν προσεστρατοπέδευσεν Ἀννίβας, κατὰ δὲ τὴν ἀπέναντι ταύτης Ἀμίλκας. 1.86.4 μετὰ δὲ ταῦτα προσαγαγόντες πρὸς τὰ τείχη τοὺς περὶ τὸν Σπένδιον αἰχμαλώτους ἐσταύρωσαν ἐπιφανῶς. 1.86.5 οἱ δὲ περὶ τὸν Μάθω κατανοήσαντες τὸν Ἀννίβαν ῥᾳθύμως καὶ κατατεθαρρηκότως ἀναστρεφόμενον, ἐπιθέμενοι τῷ χάρακι πολλοὺς μὲν τῶν Καρχηδονίων ἀπέκτειναν, πάντας δʼ ἐξέβαλον ἐκ τῆς στρατοπεδείας, ἐκυρίευσαν δὲ καὶ τῆς ἀποσκευῆς ἁπάσης, ἔλαβον δὲ καὶ τὸν στρατηγὸν Ἀννίβαν ζωγρίᾳ. 1.86.6 τοῦτον μὲν οὖν παραχρῆμα πρὸς τὸν τοῦ Σπενδίου σταυρὸν ἀγαγόντες καὶ τιμωρησάμενοι πικρῶς ἐκεῖνον μὲν καθεῖλον, τοῦτον δʼ ἀνέθεσαν ζῶντα καὶ περικατέσφαξαν τριάκοντα τῶν Καρχηδονίων τοὺς ἐπιφανεστάτους περὶ τὸ τοῦ Σπενδίου σῶμα,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.85.2 Polyb. 1.86.2 (English) >>Polyb. 1.87.1

Powered by PhiloLogic