Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.86.3 Polyb. 1.87.2 (English) >>Polyb. 1.87.9

1.86.8 δὲ Βάρκας ὀψὲ μὲν συνῆκε τὴν ἐπίθεσιν τῶν ἐκ τῆς πόλεως διὰ τὴν ἀπόστασιν τῶν στρατοπέδων· οὐδὲ μὴν συνεὶς οὐδʼ οὕτως κατετάχει πρὸς τὴν βοήθειαν διὰ τὰς μεταξὺ δυσχωρίας. 1.86.9 διόπερ ἀναζεύξας ἀπὸ τοῦ Τύνητος καὶ παρελθὼν ἐπὶ τὸν Μακάραν ποταμὸν κατεστρατοπέδευσε πρὸς τῷ στόματι τοῦ ποταμοῦ καὶ τῇ θαλάττῃ.

1.87.1

Οἱ δὲ Καρχηδόνιοι παραδόξου τῆς περιπετείας αὐτοῖς φανείσης δυσθύμως καὶ δυσελπίστως εἶχον πάλιν· ἄρτι γὰρ ἀναθαρροῦντες ταῖς ψυχαῖς παρὰ πόδας ἔπιπτον αὖθις ταῖς ἐλπίσιν. 1.87.2 οὐ μὴν ἀφίσταντο τοῦ ποιεῖν τὰ πρὸς τὴν σωτηρίαν. 1.87.3 διὸ καὶ τριάκοντα μὲν τῆς γερουσίας προχειρισάμενοι καὶ μετὰ τούτων τὸν πρότερον μὲν ἀπελθόντα στρατηγὸν Ἄννωνα, τότε δʼ ἐπαναγαγόντα, σὺν δὲ τούτοις τοὺς ὑπολοίπους τῶν ἐν ταῖς ἡλικίαις καθοπλίσαντες, οἷον ἐσχάτην τρέχοντες ταύτην, ἐξαπέστελλον πρὸς τὸν Βάρκαν, 1.87.4 ἐντειλάμενοι πολλὰ τοῖς τῆς γερουσίας κατὰ πάντα τρόπον διαλῦσαι τοὺς στρατηγοὺς ἐκ τῆς προγεγενημένης διαφορᾶς καὶ συμφρονεῖν σφᾶς ἀναγκάσαι, βλέψαντας εἰς τὰ παρόντα τῶν πραγμάτων. 1.87.5 ὧν πολλοὺς καὶ ποικίλους διαθεμένων λόγους, ἐπειδὴ συνήγαγον ὁμόσε τοὺς στρατηγούς, ἠναγκάσθησαν συγχωρεῖν καὶ πείθεσθαι τοῖς λεγομένοις οἱ περὶ τὸν Ἄννωνα καὶ τὸν Βάρκαν, 1.87.6 καὶ τὸ λοιπὸν ἤδη συμφρονήσαντες μιᾷ γνώμῃ πάντα κατὰ νοῦν ἔπραττον τοῖς Καρχηδονίοις,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.86.3 Polyb. 1.87.2 (English) >>Polyb. 1.87.9

Powered by PhiloLogic