Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.86.7 Polyb. 1.87.7 (English) >>Polyb. 1.88.4

1.87.4 ἐντειλάμενοι πολλὰ τοῖς τῆς γερουσίας κατὰ πάντα τρόπον διαλῦσαι τοὺς στρατηγοὺς ἐκ τῆς προγεγενημένης διαφορᾶς καὶ συμφρονεῖν σφᾶς ἀναγκάσαι, βλέψαντας εἰς τὰ παρόντα τῶν πραγμάτων. 1.87.5 ὧν πολλοὺς καὶ ποικίλους διαθεμένων λόγους, ἐπειδὴ συνήγαγον ὁμόσε τοὺς στρατηγούς, ἠναγκάσθησαν συγχωρεῖν καὶ πείθεσθαι τοῖς λεγομένοις οἱ περὶ τὸν Ἄννωνα καὶ τὸν Βάρκαν, 1.87.6 καὶ τὸ λοιπὸν ἤδη συμφρονήσαντες μιᾷ γνώμῃ πάντα κατὰ νοῦν ἔπραττον τοῖς Καρχηδονίοις, 1.87.7 ὥστε τοὺς περὶ τὸν Μάθω δυσχρηστουμένους ἐν τοῖς κατὰ μέρος κινδύνοιςπολλοὺς γὰρ ἐποιήσαντο περί τε τὴν Λέπτιν προσαγορευομένην καί τινας τῶν ἄλλων πόλεωντέλος ἐπὶ τὸ διὰ μάχης κρίνειν ὁρμῆσαι τὰ πράγματα, προθύμως ἐχόντων πρὸς τοῦτο τὸ μέρος καὶ τῶν Καρχηδονίων. 1.87.8 διόπερ ἀμφότεροι τοῦτο προθέμενοι παρεκάλουν μὲν πάντας τοὺς συμμάχους πρὸς τὸν κίνδυνον, συνῆγον δὲ τὰς φρουρὰς ἐκ τῶν πόλεων, ὡς ἂν μέλλοντες ἐκκυβεύειν ὑπὲρ τῶν ὅλων. 1.87.9 ἐπειδὴ δʼ ἑκατέροις ἦν τὰ πρὸς τὴν ἐπιβολὴν ἕτοιμα, παραταξάμενοι συνέβαλλον ἀλλήλοις ἐξ ὁμολόγου. 1.87.10 γενομένου δὲ τοῦ νικήματος κατὰ τοὺς Καρχηδονίους, οἱ μὲν πλεῖστοι τῶν Λιβύων ἐν αὐτῷ τῷ κινδύνῳ διεφθάρησαν, οἱ δὲ πρός τινα πόλιν συμφυγόντες μετʼ οὐ πολὺ παρέδοσαν ἑαυτούς, δὲ Μάθως ὑποχείριος ἐγένετο τοῖς ἐχθροῖς ζωγρίᾳ.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.86.7 Polyb. 1.87.7 (English) >>Polyb. 1.88.4

Powered by PhiloLogic