Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.87.8 Polyb. 1.88.6 (English) >>Polyb. 1.88.12

1.88.3 οὕτως καὶ κατὰ ταύτας τὰς ἁμαρτίας μεγάλην ἔχει διαφορὰν μετριότης καὶ τὸ μηδὲν ἀνήκεστον ἐπιτηδεύειν ἑκουσίως. 1.88.4 οὐ μὴν ἀλλὰ παραστρατοπεδεύσαντες μὲν Ἄννων δὲ Βάρκας ταχέως ἠνάγκασαν αὐτοὺς ὁμολογίας ποιήσασθαι καὶ διαλύσεις εὐδοκουμένας Καρχηδονίοις. 1.88.5

μὲν οὖν Λιβυκὸς πόλεμος εἰς τοιαύτην ἀγαγὼν περίστασιν Καρχηδονίους τοιοῦτον ἔσχε τὸ τέλος ὥστε μὴ μόνον κυριεῦσαι πάλιν τῆς Λιβύης τοὺς Καρχηδονίους, ἀλλὰ καὶ τοὺς αἰτίους τῆς ἀποστάσεως τιμωρήσασθαι καταξίως· 1.88.6 τὸ γὰρ πέρας, ἀγαγόντες οἱ νέοι τὸν θρίαμβον διὰ τῆς πόλεως πᾶσαν αἰκίαν ἐναπεδείξαντο τοῖς περὶ τὸν Μάθω. 1.88.7 τρία μὲν οὖν ἔτη καὶ τέτταράς που μῆνας ἐπολέμησαν οἱ μισθοφόροι πρὸς τοὺς Καρχηδονίους πόλεμον, ὧν ἡμεῖς ἴσμεν ἀκοῇ μαθόντες, πολύ τι τοὺς ἄλλους ὠμότητι καὶ παρανομίᾳ διενηνοχότα. 1.88.8 Ῥωμαῖοι δὲ κατὰ τὸν καιρὸν τοῦτον ὑπὸ τῶν ἐκ τῆς Σαρδόνος αὐτομολησάντων μισθοφόρων πρὸς σφᾶς ἐκκληθέντες ἐπεβάλοντο πλεῖν ἐπὶ τὴν προειρημένην νῆσον. τῶν δὲ Καρχηδονίων ἀγανακτούντων, 1.88.9 ὡς αὐτοῖς καθηκούσης μᾶλλον τῆς τῶν Σαρδῴων δυναστείας, καὶ παρασκευαζομένων μεταπορεύεσθαι τοὺς ἀποστήσαντας αὐτῶν τὴν νῆσον, 1.88.10 λαβόμενοι τῆς ἀφορμῆς ταύτης οἱ Ῥωμαῖοι πόλεμον ἐψηφίσαντο πρὸς τοὺς Καρχηδονίους, φάσκοντες αὐτοὺς οὐκ ἐπὶ Σαρδονίους, ἀλλʼ ἐπὶ σφᾶς ποιεῖσθαι τὴν παρασκευήν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.87.8 Polyb. 1.88.6 (English) >>Polyb. 1.88.12

Powered by PhiloLogic