Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.8 Polyb. 1.9 (English) >>Polyb. 1.10

1.9.1

θεωρῶν γὰρ τοὺς Συρακοσίους, ἐπειδὰν ἐκπέμψωσι τὰς δυνάμεις καὶ τοὺς ἄρχοντας μετὰ τῶν δυνάμεων, αὐτοὺς ἐν αὑτοῖς στασιάζοντας καὶ καινοτομοῦντας αἰεί τι, 1.9.2 τὸν δὲ Λεπτίνην εἰδὼς καὶ τῇ προστασίᾳ καὶ τῇ πίστει πολὺ διαφέροντα τῶν ἄλλων πολιτῶν, εὐδοκιμοῦντα δὲ καὶ παρὰ τῷ πλήθει διαφερόντως, συνάπτεται κηδείαν πρὸς αὐτόν, βουλόμενος οἷον ἐφεδρείαν ἀπολιπεῖν ἐν τῇ πόλει τοῦτον, ὅτʼ αὐτὸν ἐξιέναι δέοι μετὰ τῶν δυνάμεων ἐπὶ τὰς πράξεις. 1.9.3 γήμας δὲ τὴν θυγατέρα τοῦ προειρημένου καὶ συνθεωρῶν τοὺς ἀρχαίους μισθοφόρους καχέκτας ὄντας καὶ κινητικοὺς ἐξάγει στρατείαν ὡς ἐπὶ τοὺς βαρβάρους τοὺς τὴν Μεσσήνην κατασχόντας. 1.9.4 ἀντιστρατοπεδεύσας δὲ περὶ Κεντόριπα καὶ παραταξάμενος περὶ τὸν Κυαμόσωρον ποταμὸν τοὺς μὲν πολιτικοὺς ἱππεῖς καὶ πεζοὺς αὐτὸς ἐν ἀποστήματι συνεῖχεν, ὡς κατʼ ἄλλον τόπον τοῖς πολεμίοις συμμίξων, τοὺς δὲ ξένους προβαλόμενος εἴασε πάντας ὑπὸ τῶν βαρβάρων διαφθαρῆναι· 1.9.5 κατὰ δὲ τὸν τῆς ἐκείνων τροπῆς καιρὸν ἀσφαλῶς αὐτὸς ἀπεχώρησεν μετὰ τῶν πολιτῶν εἰς τὰς Συρακούσας. 1.9.6 συντελεσάμενος δὲ τὸ προκείμενον πραγματικῶς καὶ παρῃρηκὼς πᾶν τὸ κινητικὸν καὶ στασιῶδες τῆς δυνάμεως, ξενολογήσας διʼ αὑτοῦ πλῆθος ἱκανὸν μισθοφόρων, ἀσφαλῶς ἤδη τὰ κατὰ τὴν ἀρχὴν διεξῆγεν. 1.9.7 θεωρῶν δὲ τοὺς βαρβάρους ἐκ τοῦ προτερήματος θρασέως καὶ προπετῶς ἀναστρεφομένους, καθοπλίσας καὶ γυμνάσας ἐνεργῶς τὰς πολιτικὰς δυνάμεις ἐξῆγεν καὶ συμβάλλει τοῖς πολεμίοις ἐν τῷ Μυλαίῳ πεδίῳ περὶ τὸν Λογγανὸν καλούμενον ποταμόν. 1.9.8 τροπὴν δὲ ποιήσας αὐτῶν ἰσχυρὰν καὶ τῶν ἡγεμόνων ἐγκρατὴς γενόμενος ζωγρίᾳ τὴν μὲν τῶν βαρβάρων κατέπαυσε τόλμαν, αὐτὸς δὲ παραγενόμενος εἰς τὰς Συρακούσας βασιλεὺς ὑπὸ πάντων προσηγορεύθη τῶν συμμάχων.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 1.8 Polyb. 1.9 (English) >>Polyb. 1.10

Powered by PhiloLogic