Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.10.6 Polyb. 10.10.13 (English) >>Polyb. 10.11.7

10.10.10 αἱ δὲ λοιπαὶ τρεῖς τῶν ἐλαττόνων βουνῶν ὑπεροχαὶ τὸ πρὸς ἄρκτον αὐτῆς μέρος περιέχουσι. 10.10.11 καλεῖται δὲ τῶν τριῶν μὲν πρὸς ἀνατολὰς νεύων Ἡφαίστου, τούτῳ δʼ συνεχὴς Ἀλήτουδοκεῖ δʼ οὗτος εὑρετὴς γενόμενος τῶν ἀργυρείων μετάλλων ἰσοθέων τετευχέναι τιμῶν δὲ τρίτος προσαγορεύεται Κρόνου. 10.10.12 συμβαίνει δὲ τὴν λίμνην τῇ παρακειμένῃ θαλάττῃ σύρρουν γεγονέναι χειροποιήτως χάριν τῶν θαλαττουργῶν. 10.10.13 κατὰ δὲ τὴν τοῦ διείργοντος αὐτὰς χείλους διακοπὴν γέφυρα κατεσκεύασται πρὸς τὸ καὶ τὰ ὑποζύγια καὶ τὰς ἁμάξας ταύτῃ ποιεῖσθαι τὴν παρακομιδὴν τῶν ἐκ τῆς χώρας ἀναγκαίων.

10.11.1

Τοιαύτης δʼ ὑπαρχούσης τῆς διαθέσεως τῶν τόπων, ἀσφαλίζεσθαι συνέβαινε τοῖς Ῥωμαίοις τὴν στρατοπεδείαν κατὰ τὴν ἐντὸς ἐπιφάνειαν ἀκατασκεύως ὑπό τε τῆς λίμνης καὶ τῆς ἐπὶ θάτερα θαλάττης. 10.11.2 τὸ δὲ μεταξὺ τούτων διάστημα τὸ συνάπτον τὴν πόλιν πρὸς τὴν ἤπειρον ἀχαράκωτον εἴασε, κατὰ μέσην ὑπάρχον τὴν αὑτοῦ στρατοπεδείαν, 10.11.3 εἴτε καὶ καταπλήξεως χάριν εἴτε καὶ πρὸς τὴν ἐπιβολὴν ἁρμοζόμενος, ὅπως ἀνεμποδίστους ἔχῃ καὶ τὰς ἐξαγωγὰς καὶ τὰς ἀναχωρήσεις εἰς τὴν παρεμβολήν. 10.11.4 δὲ περίβολος τῆς πόλεως οὐ πλεῖον εἴκοσι σταδίων ὑπῆρχε τὸ πρότερονκαίτοι γʼ οὐκ ἀγνοῶ διότι πολλοῖς εἴρηται τετταράκοντα· τὸ δʼ ἐστὶ ψεῦδος. οὐ γὰρ ἐξ ἀκοῆς ἡμεῖς, ἀλλʼ αὐτόπται γεγονότες μετʼ ἐπιστάσεως ἀποφαινόμεθανῦν δὲ καὶ μᾶλλον ἔτι συνῄρηται.

Πλὴν γε Πόπλιος,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.10.6 Polyb. 10.10.13 (English) >>Polyb. 10.11.7

Powered by PhiloLogic