Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.9.3 Polyb. 10.10.2 (English) >>Polyb. 10.10.10

10.9.8 μέλλοντες δὲ καὶ τὴν πολιορκίαν καὶ τὴν ἅλωσιν τῆς πόλεως δηλοῦν, ἀναγκαῖον ἡγούμεθʼ εἶναι τὸ καὶ τοὺς παρακειμένους τόπους καὶ τὴν θέσιν αὐτῆς ἐπὶ ποσὸν ὑποδεῖξαι τοῖς ἀκούουσι.

10.10.1

Κεῖται μὲν οὖν τῆς Ἰβηρίας κατὰ μέσην τὴν παραλίαν ἐν κόλπῳ νεύοντι πρὸς ἄνεμον λίβα· οὗ τὸ μὲν βάθος ἐστὶν ὡς εἴκοσι σταδίων, τὸ δὲ πλάτος ἐν ταῖς ἀρχαῖς ὡς δέκα· λαμβάνει δὲ διάθεσιν λιμένος πᾶς κόλπος διὰ τοιαύτην αἰτίαν. 10.10.2 νῆσος ἐπὶ τοῦ στόματος αὐτοῦ κεῖται βραχὺν ἐξ ἑκατέρου τοῦ μέρους εἴσπλουν εἰς αὐτὸν ἀπολείπουσα. 10.10.3 ταύτης ἀποδεχομένης τὸ πελάγιον κῦμα συμβαίνει τὸν κόλπον ὅλον εὐδίαν ἴσχειν, πλὴν ἐφʼ ὅσον οἱ λίβες καθʼ ἑκάτερον τὸν εἴσπλουν παρεισπίπτοντες κλύδωνας ἀποτελοῦσι. 10.10.4 τῶν γε μὴν ἄλλων πνευμάτων ἀκλυδώνιστος ὢν τυγχάνει διὰ τὴν περιέχουσαν αὐτὸν ἤπειρον. 10.10.5 ἐν δὲ τῷ μυχῷ τοῦ κόλπου πρόκειται χερρονησίζον ὄρος, ἐφʼ οὗ κεῖσθαι συμβαίνει τὴν πόλιν, περιεχομένην θαλάττῃ μὲν ἀπʼ ἀνατολῶν καὶ μεσημβρίας, ἀπὸ δὲ τῶν δύσεων λίμνῃ προσεπιλαμβανούσῃ καὶ τοῦ πρὸς ἄρκτον μέρους, 10.10.6 ὥστε τὸν λοιπὸν τόπον μέχρι τῆς ἐπὶ θάτερα θαλάττης, ὃς καὶ συνάπτει τὴν πόλιν πρὸς τὴν ἤπειρον, μὴ πλέον ὑπάρχειν δυεῖν σταδίων.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.9.3 Polyb. 10.10.2 (English) >>Polyb. 10.10.10

Powered by PhiloLogic