Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.10.12 Polyb. 10.11.5 (English) >>Polyb. 10.12.2

10.11.3 εἴτε καὶ καταπλήξεως χάριν εἴτε καὶ πρὸς τὴν ἐπιβολὴν ἁρμοζόμενος, ὅπως ἀνεμποδίστους ἔχῃ καὶ τὰς ἐξαγωγὰς καὶ τὰς ἀναχωρήσεις εἰς τὴν παρεμβολήν. 10.11.4 δὲ περίβολος τῆς πόλεως οὐ πλεῖον εἴκοσι σταδίων ὑπῆρχε τὸ πρότερονκαίτοι γʼ οὐκ ἀγνοῶ διότι πολλοῖς εἴρηται τετταράκοντα· τὸ δʼ ἐστὶ ψεῦδος. οὐ γὰρ ἐξ ἀκοῆς ἡμεῖς, ἀλλʼ αὐτόπται γεγονότες μετʼ ἐπιστάσεως ἀποφαινόμεθανῦν δὲ καὶ μᾶλλον ἔτι συνῄρηται.

Πλὴν γε Πόπλιος, 10.11.5 συνάψαντος καὶ τοῦ στόλου πρὸς τὸν δέοντα καιρόν, ἐπεβάλετο συναθροίσας τὰ πλήθη παρακαλεῖν, οὐχ ἑτέροις τισὶ χρώμενος ἀπολογισμοῖς, ἀλλʼ οἷς ἐτύγχανε πεπεικὼς αὑτόν, ὑπὲρ ὧν ἡμεῖς τὸν κατὰ μέρος ἄρτι πεποιήμεθα λόγον. ἀποδείξας δὲ δυνατὴν οὖσαν τὴν ἐπιβολήν, 10.11.6 καὶ συγκεφαλαιωσάμενος τὴν ἐκ τοῦ κατορθώματος ἐλάττωσιν τῶν ὑπεναντίων, αὔξησιν δὲ τῶν σφετέρων πραγμάτων, λοιπὸν χρυσοῦς στεφάνους ἐπηγγείλατο τοῖς πρώτοις ἐπὶ τὸ τεῖχος ἀναβᾶσι καὶ τὰς εἰθισμένας δωρεὰς τοῖς ἐπιφανῶς ἀνδραγαθήσασι· 10.11.7 τὸ δὲ τελευταῖον ἐξ ἀρχῆς ἔφη τὴν ἐπιβολὴν αὐτῷ ταύτην ὑποδεδειχέναι τὸν Ποσειδῶνα παραστάντα κατὰ τὸν ὕπνον, καὶ φάναι συνεργήσειν ἐπιφανῶς κατʼ αὐτὸν τὸν τῆς πράξεως καιρὸν οὕτως ὥστε παντὶ τῷ στρατοπέδῳ τὴν ἐξ αὐτοῦ χρείαν ἐναργῆ γενέσθαι. 10.11.8 τῶν δὲ κατὰ τὴν παράκλησιν λόγων ἅμα μὲν ἀπολογισμοῖς ἀκριβέσι μεμιγμένων, ἅμα δʼ ἐπαγγελίαις χρυσῶν στεφάνων, ἐπὶ δὲ πᾶσι τούτοις θεοῦ προνοίᾳ, τελέως μεγάλην ὁρμὴν καὶ προθυμίαν παρίστασθαι συνέβαινε τοῖς νεανίσκοις.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.10.12 Polyb. 10.11.5 (English) >>Polyb. 10.12.2

Powered by PhiloLogic