Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.11.5 Polyb. 10.12.2 (English) >>Polyb. 10.12.8

10.11.8 τῶν δὲ κατὰ τὴν παράκλησιν λόγων ἅμα μὲν ἀπολογισμοῖς ἀκριβέσι μεμιγμένων, ἅμα δʼ ἐπαγγελίαις χρυσῶν στεφάνων, ἐπὶ δὲ πᾶσι τούτοις θεοῦ προνοίᾳ, τελέως μεγάλην ὁρμὴν καὶ προθυμίαν παρίστασθαι συνέβαινε τοῖς νεανίσκοις.

10.12.1

Τῇ δʼ ἐπαύριον κατὰ μὲν τοὺς ἐκ τῆς θαλάττης τόπους περιστήσας ναῦς παντοδαποῖς βέλεσιν ἐξηρτυμένας καὶ δοὺς τὴν ἐπιτροπὴν Γαΐῳ, κατὰ δὲ γῆν τοὺς εὐρωστοτάτους τῶν ἀνδρῶν εἰς δισχιλίους ὁμόσε τοῖς κλιμακοφόροις ἐπιστήσας, ἐνήρχετο τῆς πολιορκίας κατὰ τρίτην ὥραν. 10.12.2 δὲ Μάγων τεταγμένος ἐπὶ τῆς πόλεως τὸ μὲν τῶν χιλίων σύνταγμα διελὼν τοὺς μὲν ἡμίσεις ἐπὶ τῆς ἄκρας ἀπέλιπε, τοὺς δʼ ἄλλους ἐπὶ τοῦ πρὸς ἀνατολὰς λόφου παρενέβαλε· 10.12.3 τῶν δὲ λοιπῶν τοὺς εὐρωστοτάτους περὶ δισχιλίους κατεσκευακὼς τοῖς ὑπάρχουσι κατὰ τὴν πόλιν ὅπλοις ἐπέστησε κατὰ τὴν πύλην τὴν φέρουσαν ἐπὶ τὸν ἰσθμὸν καὶ τὴν τῶν πολεμίων στρατοπεδείαν· τοῖς δὲ λοιποῖς παρήγγειλε βοηθεῖν κατὰ δύναμιν πρὸς πάντα τὰ μέρη τοῦ τείχους. 10.12.4 ἅμα δὲ τῷ τὸν Πόπλιον ταῖς σάλπιγξι διασημῆναι καὶ τὸν καιρὸν τῆς προσβολῆς, ἐξαφίησι τοὺς καθωπλισμένους Μάγων διὰ τῆς πύλης, πεπεισμένος ὅτι καταπλήξεται τοὺς ὑπεναντίους καὶ τὸ παράπαν ἀφελεῖται τὴν ἐπιβολὴν αὐτῶν. 10.12.5 προσπεσόντων δὲ τούτων ἐρρωμένως τοῖς ἐκ τοῦ στρατοπέδου κατὰ τὸν ἰσθμὸν παρατεταγμένοις ἐγίνετο μάχη λαμπρὰ καὶ παρακελευσμὸς ἐξ ἀμφοῖν ἐναγώνιος, τῶν μὲν ἐκ τοῦ στρατοπέδου, τῶν δʼ ἐκ τῆς πόλεως τοῖς ἰδίοις ἑκατέρων ἐπιβοώντων.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.11.5 Polyb. 10.12.2 (English) >>Polyb. 10.12.8

Powered by PhiloLogic