Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.13.5 Polyb. 10.14.3 (English) >>Polyb. 10.14.11

10.13.10 οὐ μὴν ἀλλὰ τοιούτων ἀπαντωμένων οὐδὲν ἱκανὸν ἦν πρὸς τὸ κωλύειν τὴν ἐπιφορὰν καὶ τὴν ὁρμὴν τῶν Ῥωμαίων, ἀλλʼ ἔτι καταφερομένων τῶν πρώτων ἐπέβαινον οἱ συνεχεῖς ἐπὶ τὴν ἐκλείπουσαν ἀεὶ χώραν. 10.13.11 ἤδη δὲ τῆς ἡμέρας προβαινούσης, καὶ τῶν στρατιωτῶν τετρυμμένων ὑπὸ τῆς κακοπαθείας, ἀνεκαλέσατο ταῖς σάλπιγξιν στρατηγὸς τοὺς προσβάλλοντας.

10.14.1

Οἱ μὲν οὖν ἔνδον περιχαρεῖς ἦσαν ὡς ἀποτετριμμένοι τὸν κίνδυνον· 10.14.2 δὲ Πόπλιος, προσδοκῶν ἤδη τὸν τῆς ἀμπώτεως καιρόν, κατὰ μὲν τὴν λίμνην ἡτοίμασε πεντακοσίους ἄνδρας μετὰ κλιμάκων, 10.14.3 κατὰ δὲ τὴν πύλην καὶ τὸν ἰσθμὸν νεαλεῖς ποιήσας τοὺς στρατιώτας καὶ παρακαλέσας προσανέδωκε κλίμακας πλείους τῶν πρότερον, ὥστε συνεχῶς πλῆρες γενέσθαι τὸ τεῖχος τῶν προσβαινόντων. 10.14.4 ἅμα δὲ τῷ σημῆναι τὸ πολεμικὸν καὶ προσθέντας τῷ τείχει τὰς κλίμακας προσβαίνειν κατὰ πάντα τὰ μέρη τεθαρρηκότως μεγάλην συνέβαινε ταραχὴν καὶ διατροπὴν γίνεσθαι τῶν ἔνδον. 10.14.5 νομίζοντες γὰρ ἀπολελύσθαι τῆς περιστάσεως, αὖθις ἀρχὴν ἑώρων λαμβάνοντα τὸν κίνδυνον ἐξ ἄλλης ὁρμῆς· 10.14.6 ἅμα δὲ καὶ τῶν βελῶν αὐτοὺς ἤδη λειπόντων, καὶ τοῦ πλήθους τῶν ἀπολωλότων εἰς ἀθυμίαν ἄγοντος, δυσχερῶς μὲν ἔφερον τὸ γινόμενον, οὐ μὴν ἀλλʼ ἠμύνοντο δυνατῶς. 10.14.7 κατὰ δὲ τὴν ἀκμὴν τοῦ διὰ τῶν κλιμάκων ἀγῶνος ἤρχετο τὰ κατὰ τὴν ἄμπωτιν,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.13.5 Polyb. 10.14.3 (English) >>Polyb. 10.14.11

Powered by PhiloLogic