Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.15.8 Polyb. 10.16.3 (English) >>Polyb. 10.16.9

10.16.1

τοῦτον τὸν τρόπον ἐγένοντο κύριοι Ῥωμαῖοι· εἰς δὲ τὴν ἐπαύριον ἁθροισθείσης εἰς τὴν ἀγορὰν τῆς τε τῶν στρατευομένων παρὰ τοῖς Καρχηδονίοις ἀποσκευῆς καὶ τῆς τῶν πολιτικῶν καὶ τῶν ἐργαστικῶν κατασκευῆς, ταῦτα μὲν ἐμέριζον οἱ χιλίαρχοι τοῖς ἰδίοις στρατοπέδοις κατὰ τὸ παρʼ αὑτοῖς ἔθος. 10.16.2 ἔστι δὲ παρὰ Ῥωμαίοις τοιαύτη τις περὶ τὰς τῶν πόλεων καταλήψεις οἰκονομία. ποτὲ μὲν γὰρ ἑκάστης σημαίας πρὸς τὴν πρᾶξιν ἀπομερίζονταί τινες τῶν ἀνδρῶν κατὰ τὸ μέγεθος τῆς πόλεως, ποτὲ δὲ κατὰ σημαίας μερίζουσιν αὐτούς. 10.16.3 οὐδέποτε δὲ πλείους ἀποτάττονται πρὸς τοῦτο τῶν ἡμίσεων· οἱ δὲ λοιποὶ μένοντες κατὰ τὰς τάξεις ἐφεδρεύουσι, ποτὲ μὲν ἐκτὸς τῆς πόλεως, ποτὲ δὲ πάλιν ἐντός, ἀεὶ πρὸς τὸ δεικνύειν. 10.16.4 τῆς δὲ δυνάμεως διῃρημένης αὐτοῖς κατὰ μὲν τὸ πλεῖον εἰς δύο στρατόπεδα Ῥωμαϊκὰ καὶ δύο τῶν συμμάχων, τοτὲ δὲ καὶ σπανίως ἁθροιζομένων ὁμοῦ τῶν τεττάρων, πάντες οἱ πρὸς τὴν ἁρπαγὴν ἀπομερισθέντες ἀναφέρουσι τὰς ὠφελείας ἕκαστοι τοῖς ἑαυτῶν στρατοπέδοις, 10.16.5 κἄπειτα πραθέντων τούτων οἱ χιλίαρχοι διανέμουσι πᾶσιν ἴσον, οὐ μόνον τοῖς μείνασιν ἐν ταῖς ἐφεδρείαις, ἀλλὰ καὶ τοῖς τὰς σκηνὰς φυλάττουσι τοῖς τʼ ἀρρωστοῦσι καὶ τοῖς ἐπί τινα λειτουργίαν ἀπεσταλμένοις. 10.16.6 περὶ δὲ τοῦ μηδένα νοσφίζεσθαι μηδὲν τῶν ἐκ τῆς διαρπαγῆς, ἀλλὰ τηρεῖν τὴν πίστιν κατὰ τὸν ὅρκον, ὃν ὀμνύουσι πάντες, ὅταν ἁθροισθῶσι πρῶτον εἰς τὴν παρεμβολήν, ἐξιέναι μέλλοντες εἰς τὴν πολεμίαν,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.15.8 Polyb. 10.16.3 (English) >>Polyb. 10.16.9

Powered by PhiloLogic