Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.15.10 Polyb. 10.16.6 (English) >>Polyb. 10.17.5

10.16.4 τῆς δὲ δυνάμεως διῃρημένης αὐτοῖς κατὰ μὲν τὸ πλεῖον εἰς δύο στρατόπεδα Ῥωμαϊκὰ καὶ δύο τῶν συμμάχων, τοτὲ δὲ καὶ σπανίως ἁθροιζομένων ὁμοῦ τῶν τεττάρων, πάντες οἱ πρὸς τὴν ἁρπαγὴν ἀπομερισθέντες ἀναφέρουσι τὰς ὠφελείας ἕκαστοι τοῖς ἑαυτῶν στρατοπέδοις, 10.16.5 κἄπειτα πραθέντων τούτων οἱ χιλίαρχοι διανέμουσι πᾶσιν ἴσον, οὐ μόνον τοῖς μείνασιν ἐν ταῖς ἐφεδρείαις, ἀλλὰ καὶ τοῖς τὰς σκηνὰς φυλάττουσι τοῖς τʼ ἀρρωστοῦσι καὶ τοῖς ἐπί τινα λειτουργίαν ἀπεσταλμένοις. 10.16.6 περὶ δὲ τοῦ μηδένα νοσφίζεσθαι μηδὲν τῶν ἐκ τῆς διαρπαγῆς, ἀλλὰ τηρεῖν τὴν πίστιν κατὰ τὸν ὅρκον, ὃν ὀμνύουσι πάντες, ὅταν ἁθροισθῶσι πρῶτον εἰς τὴν παρεμβολήν, ἐξιέναι μέλλοντες εἰς τὴν πολεμίαν, 10.16.7 ὑπὲρ τούτου δὲ τοῦ μέρους εἴρηται πρότερον ἡμῖν διὰ πλειόνων ἐν τοῖς περὶ τῆς πολιτείας. 10.16.8 λοιπὸν ὅταν οἱ μὲν ἡμίσεις τράπωνται πρὸς τὰς ἁρπαγάς, οἱ δʼ ἡμίσεις διαφυλάττοντες τὰς τάξεις ἐφεδρεύωσι τούτοις, οὐδέποτε κινδυνεύει Ῥωμαίοις τὰ ὅλα διὰ πλεονεξίαν. 10.16.9 τῆς γὰρ ἐλπίδος τῆς κατὰ τὴν ὠφέλειαν οὐκ ἀπιστουμένης ἀλλήλοις, ἀλλʼ ἐπʼ ἴσης ἑστηκυίας τοῖς μένουσι κατὰ τὰς ἐφεδρείας καὶ τοῖς διαρπάζουσιν, οὐδεὶς ἀπολείπει τὰς τάξεις· μάλιστα τοὺς ἄλλους εἴωθε βλάπτειν.

10.17.1

ἐπειδὴ γὰρ οἱ πλεῖστοι τῶν ἀνθρώπων κακοπαθοῦσι καὶ κινδυνεύουσι τοῦ κέρδους ἕνεκεν, φανερὸν ὡς, ὅταν καιρὸς οὗτος ὑποπέσῃ, δυσχερῶς εἰκὸς ἀπέχεσθαι τοὺς ἐν ταῖς ἐφεδρείαις στρατοπεδείαις ἀπολειπομένους διὰ τὸ τοὺς παρὰ τοῖς πλείστοις πᾶν τὸ ληφθὲν εἶναι τοῦ κυριεύσαντος·



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.15.10 Polyb. 10.16.6 (English) >>Polyb. 10.17.5

Powered by PhiloLogic