Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.16.4 Polyb. 10.17.1 (English) >>Polyb. 10.17.8

10.16.8 λοιπὸν ὅταν οἱ μὲν ἡμίσεις τράπωνται πρὸς τὰς ἁρπαγάς, οἱ δʼ ἡμίσεις διαφυλάττοντες τὰς τάξεις ἐφεδρεύωσι τούτοις, οὐδέποτε κινδυνεύει Ῥωμαίοις τὰ ὅλα διὰ πλεονεξίαν. 10.16.9 τῆς γὰρ ἐλπίδος τῆς κατὰ τὴν ὠφέλειαν οὐκ ἀπιστουμένης ἀλλήλοις, ἀλλʼ ἐπʼ ἴσης ἑστηκυίας τοῖς μένουσι κατὰ τὰς ἐφεδρείας καὶ τοῖς διαρπάζουσιν, οὐδεὶς ἀπολείπει τὰς τάξεις· μάλιστα τοὺς ἄλλους εἴωθε βλάπτειν.

10.17.1

ἐπειδὴ γὰρ οἱ πλεῖστοι τῶν ἀνθρώπων κακοπαθοῦσι καὶ κινδυνεύουσι τοῦ κέρδους ἕνεκεν, φανερὸν ὡς, ὅταν καιρὸς οὗτος ὑποπέσῃ, δυσχερῶς εἰκὸς ἀπέχεσθαι τοὺς ἐν ταῖς ἐφεδρείαις στρατοπεδείαις ἀπολειπομένους διὰ τὸ τοὺς παρὰ τοῖς πλείστοις πᾶν τὸ ληφθὲν εἶναι τοῦ κυριεύσαντος· 10.17.2 καὶ γὰρ ἂν ὅλως μόναρχος στρατηγὸς ἐπιμελὴς ἀναφέρειν εἰς τὸ κοινὸν ἐπιτάξῃ τὰς ὠφελείας, ὅμως τὰ δυνατὰ κρύπτεσθαι πάντες ἴδια νομίζουσι. 10.17.3 διὸ τῶν πολλῶν ὁρμώντων ἐπὶ τοῦτο τὸ μέρος οὐ δυνάμενοι κρατεῖν κινδυνεύουσι τοῖς ὅλοις· 10.17.4 καὶ πολλοὶ δή τινες κατορθώσαντες τὰς ἐπιβολάς, καὶ ποτὲ μὲν ἐπιπεσόντες ταῖς τῶν πολεμίων παρεμβολαῖς, ποτὲ δὲ καταλαβόμενοι πόλεις, οὐ μόνον ἐξέπεσον, ἀλλὰ καὶ τοῖς ὅλοις ἐσφάλησαν παρʼ οὐδὲν τὴν προειρημένην αἰτίαν. 10.17.5 διὸ δεῖ περὶ μηδὲν οὕτω σπουδάζειν καὶ προνοεῖσθαι τοὺς ἡγουμένους ὡς περὶ τοῦτο τὸ μέρος, ἵνα, καθʼ ὅσον ἐστὶ δυνατόν, ὑπάρχῃ παρὰ τοῖς πολλοῖς ἐλπὶς ὡς ἐξ ἴσου πᾶσι τῆς ὠφελείας οὔσης, ἐάν τις ὑποπίπτῃ τοιοῦτος καιρός.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.16.4 Polyb. 10.17.1 (English) >>Polyb. 10.17.8

Powered by PhiloLogic